Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐποίησεν Μωυσῆς καὶ Ἀαρὼμ καὶ πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ τοῖς Λευείταις, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ περὶ τῶν Λευειτῶν· οὕτως ἐποίησαν αὐτοῖς οἱ υἱοὶ Ἰσραήλ.

καὶ ἡγνίσαντο οἱ Λευεῖται κοὶ ἐπλύναντο τὰ ἱμάτια· καὶ ἀπέδωκεν αὐτοὺς Ἀαρὼν ἀπόδομα ἔναντι κυρίου, καὶ ἐξιλάσατο περὶ αὐτῶν Ἀαρὼν ἀφαγνίσασθαι αὐτούς.

καὶ μετὰ ταῦτα εἰσῆλθον οἱ Λευεῖται λειτουργεῖν τὴν λειτουργίαν αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔναντι Ἀαρὼν καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ· Κύριος τῷ Μωυσῇ περὶ τῶν Λευειτῶν, οὕτως ἐποίησαν αὐτοῖς.