Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

Ηρόσταξον τοῖς υἱοῖς αἰ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ πάντα γονορρυῆ καὶ πόντα ἀκάθαρτον ἐπὶ ψυχῇ·

ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ, ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς, καὶ οὐ μὴ μιανοῦσιν τὰς παρεμβολὰς αὐτῶν, ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς.

καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ἰσραήλ, καὶ ἐξαπέστειλαν αὐτοὺς ἔξω τῆς παρεμβολῆς· καθὰ ἐλάλησεν κύριος Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων Ἀνὴρ ἢ γυνὴ ὅστις ἐὰν ποιήση ἀπὸ τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων, καὶ παριδὼν παρίδῃ καὶ πλῆ πλημμελῶν πλημμελήσῃ ἡ ψυχὴ ἐκείνη,

ἐξαγορεύσει τὴν ἁμαρτίαν ἢν ἐποίησεν, καὶ ἀποδώσει τὴν πλημμελίαν, τὸ κεφάλαιον, καὶ τὸ ἐπίπεμπτον αὐτοῦ προσθήσει ἐπ’ αὐτό, καὶ ἀποδώσει τίνι ἐπλημμέλησεν αὐτῷ.

ἐὰν δὲ μὴ ᾖ τῷ ἀνθρώπῳ ὁ ἀγχιστεύων ὥστε ἀποδοῦναι αὐτῷ τὸ πλημμέλημα πρὸς αὐτόν, τὸ πλημμέλημα τὸ ἀποδιδόμενον κυρίῳ τῷ ἱερεῖ ἱστᾶι, πλὴν τοῦ κριοῦ τοῦ ἱλασμοῦ δι’ οὗ ἐξιλάσεται ἐν αὐτῷ περὶ αὐτοῦ.

καὶ πᾶσα ἀπαρχὴ κατὰ πάντα τὰ ἁγιαζόμενα ἐν υἱοῖς Ἰσραήλ, ὅσα ἂν προσφέρωσιν τῷ κυρίῳ τῷ ἱερεῖ, αὐτῷ ἔσται.