Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ ἄρχοντες Ἰσραὴλ τοὺς υἱοὺς Καὰθ κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν,

ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.

καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν δισχίλιοι διακόσιοι πεντήκοντα·

αὕτη ἡ ἐπίσκεψις δήμου Καάθ, πᾶς ὁ λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καθὰ ἔπε’ σκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς κυρίου ἐν χειρὶ Μωυσῇ.

Καὶ ἐπεσκέπησαν υἱοὶ Γεδσὼν κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν,

ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.

καὶ ἐγένετο ἡ ἐπίσκειψις αὐτῶν κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατρίων αὐτῶν, δισχίλιοι ἑξακόσιοι τριάκοντα·

αὕτη ἡ ἐπίσκεψις υἱῶν Γεδσών, πᾶς ὁ λειτουργῶν ἐν τῆ σκηνῇ τοῦ μαρτυρίου, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς κυρίου ἐν χειρὶ Μωυσῆ.

Ἐπεσκέπησαν δὲ καὶ δῆμος υἱῶν Μεραρεὶ κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν,

ἀπὸ πέντε καὶ εἰκο- σαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν πρὸς τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου.

καὶ ἐγενήθη ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, τρισχίλιοι καὶ διακόσιοι·