Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην εἰς γῆν χανάαν, καὶ διαστελεῖτε ὑμῖν αὐτοῖς πόλεις·

φυγαδευτήρια ἔσται ὑμῖν, φυγεῖν ἐκεῖ τὸν φονευτήν, πᾶς ὁ πατάξας ψυχὴν ἀκουσίως.

καὶ ἔσονται αἱ πόλεις ὑμῖν φυγαδευτήρια ἀπὸ ἀγχιστεύοντος τὸ αἷμα, καὶ οὐ μὴ ἀποθάνῃ ὁ φονεύων ἕως ἂν στῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν.

καὶ αἱ πόλεις ἃς δώσετε, τὰς ἓξ πόλεις, φυγαδευτήρια ἔσονται ὑμῖν·

τρεῖς πόλεις δώσετε πέραν τοῦ Ἰορδάνου, καὶ τὰς τρεῖς πόλεις δώσετε ἐν τῆ γῇ Χανάαν.

φυγάδιον ἔσται τοῖς υἱοῖς· Ἰσραήλ, καὶ τῷ π ροσηλύτῳ τῷ παροίκῳ τῷ ἐν ὑμῖν· ἔσονται αἱ πόλεις αὗται εἰς φυγαδευτήριον, φυγεῖν ἐκεῖ παντὶ πατάξαντι ψυχὴν ἀκουσίως. σίως.

ἐὰν δὲ ἐν σκεύει σιδήρου πατάξῃ αὐτὸν καὶ τελευτήσῃ, φονευτής ἐστιν· θανάτῳ θανατούσθω ὁ φονευτής.

ἐὰν δὲ ἐν λίθω ἐκ χειρὸς ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ πατάξῃ αὐτόν, καὶ ἀποθάνῃ, φονευτής ἐστιν· θανάτῳ θανατούσθω ὁ φονευτής.

ἐὰν δὲ ἐν σκεύει ξυλίνῳ ἐκ χειρὸς ἐξ οὗ ἀποθανεῖται ἐν αὐτῷ πατάξῃ αὐτόν, καὶ ἀποθάνῃ, φονευτής ἐστιν· θανάτῳ θανατούσθω ὁ φονευτής·

ὁ ἀγχιστεύων τὸ αἷμα, οὕτος ἀποκτενεῖ τὸν φονεύσαντα· ὅταν συναντήσῃ [*](4 om κύκλω F 5 ἀνατολὰς] ανατο sup ras Aa | om καὶ τὰ ὅμορα τῶν AF F 6 δώσετε 1°] pr ας AF | φυγειν BabF 7 δώσετε] pr ἃς AF om κα 1° BabAF 8 ὑιῶν] pr τῶν AF | κατακληρ. AF 10 Α 11 εαυτοις F | ο πατάξας] om om Α 13 τὰς ἐξ] om τὰς F 14 τρεῖς 1°] pr τὰς BabAF | πέραν] pr ἐν τὼ AF | τῆ γῆ] om τῆ 15 τὼ καὶ παροικῶ Bab καὶ τὼ π. AF | φεύγειν Α | παντὶ πατάξαντι] πάντα ’τον φονεύοντα F πατὰ. (sic) Ylms) 17 ’δε] τε F 18 om ἐν ἀυτῶ A*F (hab BAa?) | θανατούσθω] αποθανειτε Α ἀποθανεῖται F 19 οὕτος °] αὐτὸς F)

336
[*](B) αὐτῷ οὗτος, ἀποκτενεῖ αὐτόν.

ἐὰν δὲ δι’ ἔχιραμ ὤσῃ αὐτὸν καὶ αὐτὸν πᾶν σκεῦος ἐξ ἐνέδρου, καὶ ἀποθάνῃ,

ἢ διὰ ἐν αὐτὸν τῇ χειρί, καὶ ἀποθάνῃ, θανάτω θανατούσθω ὁ πατάξας, φονευτής ἐστιν· θανάτῳ θανατούσθω ὁ φονεύων· ὁ ἄγχι. στεύων τὸ αἷμα ἀποκτενεῖ τὸν φονεύσαντα ἐν τῷ συναντῆσαι αὐτῶ.