Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ἰορδάνου κατὰ Ἰερειχὼ ἀπὸ νότου κατ’ ἀνατολάς.

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσὴν λέγων

Ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν, Ἐλεαζὰρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.

καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονοὑμῖν τὴν γῆν.

καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φῦ. λῆς Ἰούδα, Χαλὲβ υἱὸς Ἰεφοννή·

τῆς φυλῆς Συμεών, Σαλαμιὴλ υἱὸς Σεμιούδ·

τῆς φυλῆς Βενιαμείν, Ἐλδὰδ υἱὸς Χασλών·

τῆς φυλῆς Δάν, ἄρχων Βακχεὶρ υἱὸς Ἐγλεί·

τῶν υἱῶν Ἰωσὴφ φυλῆς ανασσή, ἄρχων Ανειὴλ υἱὸς Σουφί·

τὴς φυλῆς υἱῶν Ἐφράιμ, Καμουὴλ υἱὸς Σαβαθά·

τὴς φυλῆς Ζαβουλών, ἄρχων Ἐλεισαφὰν υἱὸς Φαρνάχ·

τῆς φυλῆς υἱῶν Ἰσσαχὰρ, ἄρχων Φαλτειὴλ υἱὸς Ὀζά·

τῆς φυλῆς υἱῶν Ἀσήρ, ἄρχων Ἀχιὼρ υἱὸς Σελεμεί·

τῆς φυλῆς Νεφθαλεί, ἄρχων Φαδαὴλ υἱὸς Βενιαμειούδ.