Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπῆραν ἐκ Καδὴς καὶ παρενέβαλον εἰς Ὣρ τὸ ὄρος, πλησίον γῆς Ἐδώμ.

καὶ ἀνέβη Ἀαρὼν ὁ ἱερεὺς διὰ [*](14 ὕδωρ τὼ λ. πιεῖν ἔκει] υδ. τὼ λ. ἔκει πιεῖν B? ἔκει υδ. τὼ λ. πιεῖν AF AF 15 Σεινα] Σίνα Bb τῆ Σίνα AF 16 Σίνα AF | μνήμασι Α | ἐπιθυμίας] pr τῆς BabAF 16 — 19 om ἐπιθυμίας °) ...και ἀπῆραν ἐκ Ρ. Α* (hab sup ras Λῆ 17 ἐπιθυμίας] pr τῆς AaF 18 εξ] ἐκ F 19 Ρεμμων] Ρεμμωθ F 20 Ραμμων] Ρεμμων Α Ρεμμωθ F | Λεμωνα] Λεβωνα AF 21 Λεβωνα AF | Σεσσα] Ρεσσα AF 22 Ρεσσα AF | εἰς Μακελλαθ] εἰς Μακελαθ Α ἐν Μακελαθ F 23 Μακελαθ AF | εἰς] ἐν AF | Σαφαρ] pr ras 1 lit B Αρσαφαρ Α Αρσαραθ F 24 Σαφαρ] Σαρσαφαρ Α Αρσαφαθ F | εις] ἔπι AF 26—27 Κατθααθ F (bis) 27 Ταραθ] Θαραθ Α F 28 Ταραθ] Θαραθ Α Εκθαραθ F | Μαθεκκα AF 29 Μαθεκκα AF | Σελμωνα] Ασελμωνα AF 30 ἐκ Ασελμωνα AF 30 — 31 om εἰς Μασσουρωθ...παρενεβαλον F (hab F1 mgg dextr et inf ) | Μασουρουθ AF (bis) 31 Βαναια] Βανικαν Α Βανιακαν F 32 Βανικαν Α Βανακαν F | τὸ ορος] om τὸ Α 32 — 33 Γαδγαδ] Γα. γα. F (bis) 33 Σετεβαθα] Ετεβαθ BabF Ιεταβαθαν Α 34 ἐκ Σετεβαθα] ἐξ Ετεβαθα Bab ἐξ εξ Εταβαθα F) ἐξ Ιεταβαθαν Α | Σεβρωνα] Εβρωνα AF 35 εκ Σεβνρωνα] ἐξ Εβρωνα AF | ἐς] ἐν Bab 35 — 36 Γεσσιων (bis)] Γεσιων BabA Γεδσιων F 36 Σιν AF (bis) 38 38 ἱερεὺς] + πλήσιον του ὄρους Α)

332
[*](Β) προστάγματος κυρίου, καὶ ἀπέθανεν ἐκεῖ ἐν τῷ τεσσερακοστῳ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐκ γῆς λἰγύπτου, τῷ μηνὶ τῷ πέμπτῳ, μιᾷ τοῦ μηνός·

καὶ Ἀαρὼν ἢν τριῶν καὶ εἴκοσι καὶ ἑκατὸν ἐτῶν, ἀπέθνησκεν ἐν Ὣρ τῷ ὄρει.

καὶ ἀκούσας ὁ Χανανείς, βασιλεὺς λεὺς Ἀράδ· καὶ οὗτος κατῴκει ἐν γῇ Χανάαν, ὅτε εἰσεπορεύοντο οἱ υἱοὶ Ἰσραήλ.

καὶ ἀπῆραν ἐξ Ὧρ τοῦ ὄρους καὶ παρενέβαλον εἰς Σελμωνά·

καὶ ἀπῆραν ἐκ Σελμωνὰ καὶ παρενέβαλον εἰς Φεινώ·

καὶ ἀπῆραν ἐκ Φεινὼ καὶ παρενέβαλον εἰς Σωβώθ·

καὶ ἀπῆραν ἐκ Σωβὼθ καὶ παρενέβαλον ἐν Γαί, ἐν τῷ πέρα ἐπὶ τῶν ὁρίων Μωάβ·

καὶ ἀπῆραν ἐκ Γαῖ καὶ παρενέβαλον εἰς Δαιβὼν Γάδ·

καὶ ἀπῆραν ἐκ Δαιβὼν Γὰδ καὶ παρενέβαλον ἐν Γελμὼν Δεβλαθάιμ·

καὶ ἀπῆραν ἐκ Γελμὼν Δεβλαθάιμ καὶ παρενέβαλον ἐπὶ τὰ ὄρη τὰ Ἀβαρεὶμ ἀπέναντι Ναβαύ·

καὶ ἀπῆραν ἀπὸ ὀρέων Ἀβαρεὶμ καὶ παρενέβαλον ἐπὶ δυσμῶν Μωάβ, ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰερειχώ·

καὶ παρενέβαλον παρὰ τὸν Ἰορδάνην ἀνὰ μέσον Αἱσιμῶθ ἕως Βελσὰ τὸ κατὰ δυσμὰς

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἰερειχώ

Λάλησον τοῖς οἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Υμεῖς διαβαίνετε τὸν Ἰορδάνην εἰς γῆν Χανάαν·

καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσώπου ὑμῶν, καὶ ἐξαρεῖτε τὰς σκοπιὰς αὐτῶν, καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῖτε αὐτά, καὶ πάσας τὰς στήλας αὐτῶν ἐξαρεῖτε.

καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας τὴν γῆν καὶ κατοικήσετε ἐν αὐτῇ, ὑμῖν γὰρ δέδωκα τὴν γῆν αὐτῶν ἐν κλήρῳ.

καὶ κατακληρονομήσετε τὴν γῆν αὐτῶν ἐν κλήρῳ κατὰ φυλὰς αὐτῶν· τοῖς πλείοσιν πληθυνεῖτε τὴν κατάσχεσιν αὐτῶν, καὶ τοῖς ἐλάττοσιν ἐλαττώσετε τὴν κατάσχεσιν αὐτῶν· εἰς ὃ ἐὰν ἐξέλθῃ τὸ ὄνομα αὐτοῦ ἐκεῖ, αὐτοῦ ἔσται. κατὰ φυλὰς πατριῶν ὑμῶν κληρονομήσετε.

ἐὰν δὲ μὴ άπολέσητε τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ προσώπου ὑμῶν, καὶ ἔσται [*](AF) [*](38 ἀπέθανεν εκει] απεθανεκει (sic) F | τεσσαρακοστῷ Bb? c? 40 BabAF 41 εἰς Σελμωνα] ἐν Σελμ. Ba?bA εισελμωνα (sic) F 42 εις Φει νὼ] ἐν Φινω Α ἐν Φινων F 43 Φινω Α Φινων F | εἰς Σωβωθ] εν Ωβωθ AF 44 ἐκ Σωβωθ] ἐξ Ωβωθ AF | πέραν BabAF 46 ἐν] εἰς AF 47 Δαι βλαθαιν Α 48 Ιεριχω BbA 49 Ασιμωθ Α | Βελσαττιμ Α Βελσαττει F | τὸ κάτα] om τὸ AF 50 om λέγων BabAF | πάρα ’τον Ορδανην] επ του Ιορδανου Α | Ιεριχω BbA + λέγων BabAF 51 διαβεννετε Α 52 on τὰ εἴδωλα F 53 om πάντας AF | κατοικησεται F 54 om και κατακλη ρονομησετε τὴν γ. ἀυτῶν ἐν κλήρω B* (hab Babmg inf) | κατακληρονομησετο F | πατρίας F | om ἀυτῶν 1° AF | ἐν κλήρω] κληρωτι AF AF | ἐλαττώσεται Α | ἔαν] ἀν’ BabAF)

333
οὓς ἐὰν καταλίπητε ἐξ αὐτῶν, σκόλοπες ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν [*](B) καὶ βολίδες ἐν ταῖς πλευραῖς ὑμῶν, καὶ ἐχθρεύσουσιν ἐπὶ τῆς γῆς ἐφ’ ἢν ὑμεῖς κατοικήσετε·

καὶ ἔσται καθότι διεγνώκειν ποιῆσαι