Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ οὗτοι σταθμοὶ τῶν υἱῶν Ἰσραήλ, ὡς ἐξῆλθον ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν ἐν χειρὶ Μωυσῆ καὶ Ἀαρών·

καὶ ἔγραψεν Μωυσῆς τὰς ἀπάρσεις αὐτῶν καὶ τοὺς σταθμοὺς αὐτῶν διὰ ῥήματος κυρίου. καὶ οὗτοι σταθμοὶ τῆς πορείας αὐτῶν.

ἀπῆραν ἐκ Ῥαμεσσὴ τῷ μηνὶ τῷ πρώτῳ, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου· τῇ ἐπαύριον τοῦ πάσχα ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐν χειρὶ ὑψηλῇ ἐναντίον πάντων τῶν Αἰγυπτίων·

καὶ οἱ Μἰγύπτιοι ἔθαπτον ἐξ αὑτῶν τοὺς τεθνηκότας πάντας πάντας οὓς ἐπάταξεν κύριος, πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ· καὶ ἐν τοῖς θεοῖς αὐτῶν ἐποίησεν τὴν ἐκδίκησιν κύριος.

καὶ ἀπάραντες οἱ υἱοὶ Ἰσραὴλ ἐκ Ῥαμεσσὴ παρενέβαλον εἰς Σοκχώθ·

καὶ ἀπῆραν ἐκ Σοκχὼθ καὶ παρενέβαλον εἰς Βουθάν, ὅ ἐστιν μέρος τῆς ἐρήμου.

καὶ ἀπῆρον ἐκ Βουθὰν καὶ παρενέβαλον ἐπὶ στόμα Ἐπιρώθ, ὅ ἐστιν ἀπέναντι Βεελσεπφών, καὶ παρενέβαλον ἀπέναντι Μαγδώλου.

καὶ ἀπῆραν ἀπέναντι Εἱρὼθ καὶ διέβησαν μέσον τῆς θαλάσσης εἰς τὴν ἔρημον· καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν διὰ τῆς ἐρήμου καὶ παρενέβαλον ἐν Πικρίαις.

καὶ ἀπῆραν ἐκ Πικριῶν καὶ ἦλθον εἰς Αἰλείμ· καὶ ἐν Αἰλεὶμ οβ΄ πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων· καὶ παρενέβαλον ἐκεῖ παρὰ τὸ ὕδωρ.

καὶ ἀπῆραν ἐξ Αἰλεὶμ καὶ παρενέβαλον ἐπὶ θάλασσαν ἐρυθρόν·

καὶ ἀπῆραν ἀπὸ θαλάσσης ἐρυθρᾶς καὶ παρενέβαλον εἰς τὴν ἔρημον Σεῖν·

καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σεὶν καὶ παρενέβαλον εἰς Ῥαφακά·

καὶ ἀπῆραν ἐκ Ῥαφακὰ καὶ παρενέβαλον ἐν Αἰλείμ·

καὶ ἀπῆραν ἐξ Αἰλεὶμ καὶ παρενέβαλον ἐν [*](AF)[*](41 Ιαειρ 2°] Ιαηρ Α 42 Κααθ] Κααναθ Α Κανααθ F XXXIII pr οι AF 2 ἀπάρσεις BF1mg] ἐπάρσεις ΑF* | σταθμοὶ] pr οι AF | ποριας Α 3 ἀπῆραν] pr καὶ Α | Ραμεσση B*vidF] Ραμεσσων Ba (sup ras) Α | τὼ μήνι] τὼ sup ras Ba | τῶν Αιγ.] om τῶν F 4 οὐ ὅσους Α | Αἰγύπτου F 5 και απαραντες] απαρ. ’δε AF | Ρα,εσσξ] Ραμεσσης Bab | Σοχωθ Β* Σοκχωθ Bab) 6 ἀπῆραν] απαραντες Α | Σοκχω (κ sup ras Aa) Α | om καὶ 2° Α | εἰς bis scr F | μέρος] + τι BabvidAF 7 Ειρωθ BahAF | Βεελσεφων AF 8 μέσον] πέραν F* μέσ’. F1mg) | δια τῆς ἐρήμου] εἰς τὴν ἔρημον F | ἐρήμου] + αὐτοὶ BabAF Αιλειμ 2°] Αιλειμ F | ’] δώδεκα AF | ὑδάτων bis scr A | στελεχαι F 11 εἰς τὴν ερημον] ἐν τῆ ἐρήμω Α 11 — 12 Σεῖν (bis)] Σιν F om Α 12 Ραφακαν 13 — 14 Αιλειμ (bis)] Αιλους AF)

331
Ῥαφιδείν, καὶ οὐκ ἦν ὕδωρ τῷ λαῷ πιεῖν ἐκεῖ.

καὶ ἀπῆραν ἐκ [*](B) Ῥαφιδεὶν καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σεινά·

καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σεινὰ καὶ παρενέβαλον ἐν Μνήμασιν ἐπιθυμίας·

καὶ ἀπῆραν ἐκ Μνημάτων ἐπιθυμίας καὶ παρενέβαλον ἐν Ἁσηρώθ·

καὶ ἀπῆραν ἐξ Ἁσηρὼθ καὶ παρενέβαλον ἐν Ῥαθαμά·

καὶ ἀπῆραν ἐκ Ῥαθαμὰ καὶ παρενέβαλον ἐν Ῥεμμὼν Φάρες·

καὶ ἀπῆραν Ῥαμμὼν Φάρες καὶ παρενέβαλον ἐν Λεμωνά·