Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τήν Σωφὰρ καὶ τὴν Ἰαζήρ, καὶ ὕψωσαν αὐτάς·

καὶ Ναμρὰμ καὶ τὴν Βαιθαράν, πόλεις ὀχυρὰς καὶ ἐπαύλεις προβάτων.

καὶ οἱ υἱοὶ Ῥουβὴν οἰκοδόμησαν τὴν Ἑσεβὼν καὶ Λεαλὴμ καὶ Καριαιθάμ,

καὶ τὴν Βεελμεών, περικεκυκλωμένας, καὶ Σεβαμά· καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων ἃς ᾠκοδόμησαν.

καὶ ἐπορεύθη υἱὸς Μαχεὶρ υἱοῦ Μανασσὴ Γαλαὰδ καὶ ἔλαβεν αὐτήν, καὶ ἀπώλεσεν τὸν Ἀμορραῖον τὸν κατοικοῦντα ἐν αὐτῇ.

καὶ ἔδωκεν ἢν Γαλαὰδ τῷ Μαχεὶρ υἱῷ Μανασσή, καὶ κατῴκησεν ἐκεῖ. [*](27 om καὶ Α | κύριος] #x772; F* υριο Superscr F1 28 ἱερὰ A · 29 οἱ Af υἱοὶ 2°] om οἱ A | Γαδ] Γαλααδ A | κατακυριευσετε F | δωσεται Α 30 πόλεμον] om ’τον AF | διαβιβασατε] διαβιβάσετε Α διαβησετε F pr καὶ BabAF | om καὶ τὰς γυν. ἀυτῶν Y 31 υἱοὶ °] pr οἱ AF | θεράπουσιν] + αὐτοῦ A 32 ἔναντι κݲυݲ ενωπλισμ. Α | γῆν] pr τὴν Α | 33 ημισει] ἥμισυ BAF | Μαννασση Α | Αμορραιων] pr τῶν Α | βάσαν] pr τῆς BabAF | ἀύτης] ἀυτῶν F 34 ωκοδομησαν BabAF (item 37) | Αταρωθ] Ασταρωθ F1vid 35 Σωφαρ] γῆν σωφαρ Α Εωφαν F 36 Ναμραμ] τὴν Ν. Bab τὴν Αμβραν Α Ναμραν F | Βαιθαρρα Α Βαιθαρραν F | ὀχυρὰς] ἰσχυρὰς F | επαυλεις] πόλεις Α 37 εσεβων BabSaltAF Εσεβοιν Β*fort | Ελεαλημ Bab Ελεαλη AF | Καριαθαιμ AF 38 καὶ τὴν Βεελμ.] pr καὶ τὴν Βαμω Α pr κα τὴν Ναβω F | περικεκυκλωμενας] περικεκαλυμμένας AF | Σεβαμα] Pr τὴν BabAF | καὶ ἐπωνόμασαν bis scr F 39 — 41 Μαννασση Α (ter) 39 Γᾶ λααδ] pr εἰς AF)

330
[*](Β)

καὶ Ἰαεὶρ ὁ τοῦ Μανασσὴ ἐπορεύθη κα ἔλαβεν τὰς ἐπαύλεις αὐτῶν, ἆσεν αὐτὰς Ἐπαύλεις Ἰαείρ.

καὶ Νάβαυ ἐπορεύθη κα τὴν Καάθ καὶ τὰς κώμας αὐτῆς, καὶ ἐπωνόμασεν αὐτὰς Νάβωθ του ὀνόματος αὐτοῦ.

Καὶ οὗτοι σταθμοὶ τῶν υἱῶν Ἰσραήλ, ὡς ἐξῆλθον ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν ἐν χειρὶ Μωυσῆ καὶ Ἀαρών·

καὶ ἔγραψεν Μωυσῆς τὰς ἀπάρσεις αὐτῶν καὶ τοὺς σταθμοὺς αὐτῶν διὰ ῥήματος κυρίου. καὶ οὗτοι σταθμοὶ τῆς πορείας αὐτῶν.

ἀπῆραν ἐκ Ῥαμεσσὴ τῷ μηνὶ τῷ πρώτῳ, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου· τῇ ἐπαύριον τοῦ πάσχα ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐν χειρὶ ὑψηλῇ ἐναντίον πάντων τῶν Αἰγυπτίων·

καὶ οἱ Μἰγύπτιοι ἔθαπτον ἐξ αὑτῶν τοὺς τεθνηκότας πάντας πάντας οὓς ἐπάταξεν κύριος, πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ· καὶ ἐν τοῖς θεοῖς αὐτῶν ἐποίησεν τὴν ἐκδίκησιν κύριος.

καὶ ἀπάραντες οἱ υἱοὶ Ἰσραὴλ ἐκ Ῥαμεσσὴ παρενέβαλον εἰς Σοκχώθ·

καὶ ἀπῆραν ἐκ Σοκχὼθ καὶ παρενέβαλον εἰς Βουθάν, ὅ ἐστιν μέρος τῆς ἐρήμου.

καὶ ἀπῆρον ἐκ Βουθὰν καὶ παρενέβαλον ἐπὶ στόμα Ἐπιρώθ, ὅ ἐστιν ἀπέναντι Βεελσεπφών, καὶ παρενέβαλον ἀπέναντι Μαγδώλου.

καὶ ἀπῆραν ἀπέναντι Εἱρὼθ καὶ διέβησαν μέσον τῆς θαλάσσης εἰς τὴν ἔρημον· καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν διὰ τῆς ἐρήμου καὶ παρενέβαλον ἐν Πικρίαις.