Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ὅτι ἀποστραφήσεσθε ἀπ’ αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ, καὶ ἀνοεἰς ὅλην τὴν συναγωγὴν ταύτην.

καὶ προσῆλθον αὐτῷ καὶ ἔλεγον᾿Επαύλεις προβάτων οἰκοδομήσωμεν ὧδε τοῖς κτήνεσιν ἡμῶν καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν,

καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴν πρότεροι τῶν υἱῶν ᾿Ισραήλ, ἕως ἄν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον· καὶ κατοικήσει ἡ ἀποσκευὴ ἡμῶν ἐν πόλεσιν τετειχι- σμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν.

οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ ᾿Ισραὴλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ.

καὶ οὐκέτι κληρονομήσωμεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ ᾿Ιορδάνου καὶ ἐπέκεινα, ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἐν ἀνατολαῖς.

καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς ᾿Εὰν ποιήσητε κατὰ τὸ ῥῆμα τοῦτο, ἐὰν ἐξοπλίσησθε ἔναντι κυρίου εἰς πόλεμον,

καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν ᾿Ιορδάνην ἄναντι κυρίου ἕως ἂν ἐκτριβῇ ὁ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ

καὶ κατακυριευθῇ ἡ γῆ ἔναντι κυρίου, καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε· καὶ ἔσεσθε ἀθῷοι ἔναντι κυρίου καὶ ἀπὸ ᾿Ισραήλ, καὶ ἔσται ἡ γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι κυρίου.

ἐὰν δὲ μὴ ποιήσητε οὕτως, ἁμαρτησεσθε ἔναντι κυρίου, καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν ὅταν ύμας καταλάβῃ τὰ κακά.

καὶ οἰκοδομήσητε ὑμῖν αὐτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν, καὶ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν, τοῦτο ποιήσετε.

καὶ εἶπαν οἱ υἱοὶ ῾Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ πρὸς Μωυσῆν λέγοντες Οἱ παῖδές σου ποιήσουσιν καθὰ ὁ κύριος ἡμῶν ἐντελεῖται.

ἡ ἀποσκευὴ ἡμῶν καὶ γυναῖκες καὶ πάντα τὰ κτήνη ἡμῶν ἔσονται ἐν ταῖς πόλεσιν Γαλαάδ·

ἱο [*](AF) [*](13 κατερεμβευσεν AF | τεσσαράκοντα Bb | ἕως] + ἀν’ Α Ι ἐξαναλώθη A 14 σύστρεμμα συνστρ. F)] σύντριμμα Bab | ἔπι Ἴσ’.] ἐπ’ Ισρ. Α ἐπ’ τον Ισρ. F 15 καταλείπειν F 16 επαυλις B* επαυλεις Bab) οικοδομησομεν Bab F| ἤμων 1°] ὑμῶν Α Ι κατασκευαῖς Α 17 προφυλακὴ AF | ἑαυτὼ 19 κληρονομήσομεν BabF | ἐν αυτοις] ἑαυτοῖς Α Ι πέραν °] πέρα F 2°] εξοπλισθησεσθαι Α 21 οπλιστης Α οπλειστης F | ews] ὡς A 22 om καὶ 4° Α 22 — 24 κατασχεσει...υμιν εαυ SUP ras A? 23 ἔναντι Κυριου καὶ γνωσεσθε F 24 οἰκοδομήσεται Αἶ’ οἰκοδομῆς BabF | αυτοις] ἑαυτοῖς A?F Ι τὴν ἀποσκευὴν B* τῆ ἀποσκευὴ Bab) Ι om τοῦτο Bab vid AF 25 ποιήσουσιν bis et paene ter scr F* Ι ημων] ἥμιν A | εντελειται] ἐντέλλεται BabF ἐντέταλται Α 26 καὶ πάντα τὰ και ημ. καὶ αἰ γυναῖκες ἠμ’. Α | κτηνη] σκεύη F)

329
δὲ παῖδές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι [*](B) ἔναντι κυρίου εἰς τὸν πόλεμον, δν τρόπον ὁ κύριος λέγει.

Καὶ συνέστησεν αὐτοῖς Μωυσῦς Ἐλεαζὰρ τὸν ἴε ῥέα καὶ Ἰησοῦν υἱὸν Ναυὴ καὶ τοὺς ἄρχοντας πατριῶν τῶν φυλῶν Ἰσραήλ,