Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ βόες, δύο καὶ ἑβδομήκοντα χιλιάδες.

ὅνοι, μία καὶ [*](22 του ἀργυρίου καὶ του χρυσίου Α | κασιτερου F 23 διελευσεται 1°] pr ο AF iabAF I ἔαν] ἀν’ Bab om AF | διαπορεύεται AF | διελεύσεται 2°] pr οὐ 24 πλυνεῖσθε] πλυνεῖτε F j καθαρισθηεσθαι F 27 ἐκπορευομένων] εκ- Bab | συναγωγῆς] pr τῆς Α 28 τέλος] pr τὸ AF | εκπεεκπορευομενων AF | τὴν παράταξιν] om τὴν F αἰγὼν όνων 30 ἥμισυς B* ἡμίσους Bab) | του τῶν ὑιῶν] τούτων τῶν ὑιῶν B* σου τῶν υἷ’. Ba? b) | ἔνα] ἐν F | τῶν πεντήκοντα] om τῶν Bab (hab B*AF) I Λευίταις BbAF 32 προνομῆς sup ras Ba | ἑβδομήκοντα καὶ πέντε χιλιαδες] εβδ· χιλιάδες καὶ πεντακισχίλια Α πεντακισχίλια F* (pr καὶ εβδ F1 mg inf) 33 βόες] βόων AF 34 ὄνοι] καὶ όνων AF)

326
[*](B) ἑξήκοντα χιλιάδες

καὶ καὶ ψυχαὶ ἀνθρώπων ἀπὸ τῶν γυναικῶν αἳ οὐκ ἥνωσαν κοίτην ἀνδρός, πᾶσαι ψυχαί, δύο κα τριάκοντα χιλιάδες.

καὶ ἐγενήθη τὸ ἡμίσευμα, ἡ μερὶς τῶν ἐκπεπορευμένων εἰς τὸν πόλεμον, ἐκ τοῦ ἀριθμοῦ τῶν προβάτων τριακόσια κα τριάκοντα χιλιάδες καὶ πεντακισχίλιοι καὶ πεντακόσιοι.

καὶ ἐγένετο τὸ τέλος Κυρίῳ ἀπὸ τῶν προβάτων ἑξακόσιοι ἑβδομήκοντα πέντε·

καὶ βόες ἲξ καὶ τριάκοντα χιλιάδες, καὶ τὸ τέλος κυρίῳ δύο κα ἑβδομήκοντα·

καὶ ὄνοι τριάκοντα χιλιάδες καὶ φ΄, καὶ τὸ τέλος Κυρίῳ εἷς καὶ ἑξήκοντα·

καὶ ψυχαὶ ἀνθρώπων ἑκκαίδεκα χιλιάδες, καὶ τὸ τέλος αὐτῶν κυρίῳ δύο καὶ τριάκοντα ψυχαί.

καὶ ἔδωκεν Μωυσῆς τὸ τέλος Κυρίῳ τὸ ἀφαίρεμα τοῦ θεοῦ ᾿Ελεαζὰρ τῷ ἱερεῖ, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ.

ἀπὸ ἡμισεύματος τῶν υἱῶν ᾿Ισραήλ, οὓς διεῖλεν Μωυσῆς ἀπὸ τῶν ἀνδρῶν τῶν πολεμιστῶν·

καὶ ἐγένετο τὸ ἡμίσευμα ἀπὸ τῆς συναγωγῆς ἀπὸ τῶν προβάτων τριακόσιαι χιλιάδες καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια,

καὶ βόες ἕξ καὶ τριάκοντα χιλιάδες,

ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι,

καὶ ψυχαὶ ἀνθρώπων ἓξ καὶ δέκα χιλιάδες·

κοὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν ᾿Ισραὴλ τὸ ἕν ἀπὸ τῶν πεντήκοντα, ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν, καὶ ἔδωκεν αὐτὰ τοῖς Λευείταις τοῖς φυλάσσουσιν τὰς φυλακὰς τῆς σκηνῆς κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.

Καὶ προσῆλθον πρὸς Μωυσῆν πάντες οἱ καθεσταμένοι εἰς τὰς χιλιαρχίας τῆς δυνάμεως χιλίαρχοι καὶ ἑκατόνταρχοι,