Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐὰν δὲ σιωπῶν παρασιωπήσῃ αὐτῇ ἡμέραν ἐξ ἡμέρας, καὶ στήσει αὐτῇ πάσας τὰς εὐχὰς αὐτῆς, καὶ τοὺς ὁρισμοὺς τοὺς ἐπ’ αὐτῆς στήσει αὐτῇ, ὅτι ἐσιώπησεν αὐτῇ τῇ ἡμέρᾳ ἢν ἤκουσεν.

ἐὰν δὲ περιελὼν περιέλῃ αὐτῆς μετὰ τὴν ἡμέραν ἢν ἤκουσεν, καὶ λήμψεται τὴν ἁμαρτίαν αὐτοῦ. δικαιώματα ὅσα ἐνετείλατο Κύριος τῷ Μωυσῇ ἀνὰ μέσον ἀνδρὸς καὶ γυναικὸς αὐτοῦ, καὶ ἀνὰ μέσον πατρὸς καὶ θυγατρὸς ἐν νεότητι ἐν οἴκῳ πατρὸς.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

᾿Εκδίκει τὴν ἐκδίκησιν υἱῶν ᾿Ισραὴλ ἐκ τῶν Μαδιανειτῶν, καὶ ἔσχατον προστεθήσῃ πρὸς τὸν λαόν σου.

καὶ ἐλάλησεν Μωυσῆς πρὸς τὸν λαὸν λἐγων Εξοπλίσατε ἐξ ὑμῶν ἄνδρας, παρατάξασθαι ἔναντι κυρίου ἐπὶ Μαδιάν, ἀποδοῦναι ἐκδίκησιν παρὰ τοῦ κυρίου τῆ Μαδιάν·

χίλιοι ἐκ φυλῆς, χίλιοι ἐκ φυλῆς· ἐκ πασῶν φυλῶν Ἰσραὴλ ἀποστείλατε παρατάξασθαι.

καὶ ἐξηρίθμησαν ἐκ τῶν χιλιάδων Ἰσραήλ, χιλίους [*](9 ἔαν 2°] ἀν’ Bab vid AF | ο ἀνὴρ 2°] om ο Α | ἀπ’] ἐπ’ AF οσ Α 11 κάτα τῆς ψ.] pr ο Α 12 om καὶ παρασιωπήσῃ B* (hah Ba mg) | om ἀυτὴ 2° F | om ἀύτης 3° AF 13 περιελὼν] περιαιρῶν F | ἀκούση· πάντα B | ἔαν 2°] ἀν’ AF | τῶν χειλ.] om τῶν F | καὶ 1° F* (hab F1(vjd)) | καθαρίει AF 14 ψύχην] ἀυτὴν Α | αυτη] ἀυτὴν 15 om ’δε F | ὁρισμοὺς] + ἀύτης Α | του, ἐπ’ ἀύτης] ἐπ’ ἀυτὴ Α | ἢν] η AF 16 om ἔαν δε περιελων... ην ηκουσεν B* (hab Bab mg inf) | περιελὼν] περιαιρῶν AF 17 γυναικὸς] pr ἄνα μέσον AF XXXI 2 υιων] pr τῶν AF | Μαδιανιτων Bb AF 3 παρατάξασθαι] καὶ παρατάξασθε AF | Μαδιαμ AF (bis) | του κυρίου] om του F 4 χίλιοι 1° χειλ. B*)] χειλιους Ba χιλίους BbAF | 2° (χειλ. B*)] χειλιους Ba (χιλ. Bb) καὶ χιλίους AF | παρατάξασθε A)

324
[*](B) ἐκ φυλῆς· ιβ΄ χιλιάδες, ἐνωπλισμένοι εἰς παράταξιν.

καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς χιλίους ἐκ φυλῆς, χιλίους ἐκ φυλῆς, σὺν δυνάμει αὐτῶν, καὶ Φινεὲς υἱὸν ᾿Ελεαζὰρ υἱοῦ ᾿Ααρὼν τοῦ ἱερέως· καὶ τὰ τὰ ἅγια καὶ αἱ σάλπιγγες τῶν σημασιῶν ἐν ταῖς χερσὶν

καὶ παρετάξαντο ἐπὶ Μαδιάν, καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ, καὶ ἀπέκτειναν πᾶν ἀρσενικόν·

καὶ τοὺς βασιλεῖς Μαδιὰν ἀπέκτειναν ἅμα τοῖς τραυματίαις αὐτῶν, καὶ τὸν Εὐεὶν καὶ τὸν Σοὺρ καὶ τὸν ῾Ρόκομ καὶ τὸν Οὕρ καὶ τὸν ῾Ρόβοκ, πέντε βασιλεῖς Μαδιάμ· καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν ῥομφαίᾳ σὺν τοῖς τραυματίαις αὐτῶν.

καὶ ἐπρονόμευσαν τὰς γυναῖκας Μαδιάν, καὶ τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰ κτήνη αὐτῶν καὶ πάντα τὰ ἔνκτητα αὐτῶν καὶ τὴν δύναμιν αὐτῶν ἐπρονόμευσαν·

καὶ πάσας τὰς πόλεις αὐτῶν τὰς ἐν ταῖς οἰκίαις αὐτῶν καὶ τὰς ἐπαύλεις αὐτῶν ἐνέπρησαν ἐν πυρί.

καὶ ἔλαβον πᾶσαν τὴν προνομὴν καὶ πάντα τὰ σκῦλα αὐτῶν, ἀπὸ ἀνθρώπου ἕως κτήνους·

καὶ ἤγαγον πρὸς Μωυσῆν καὶ πρὸς ᾿Ελεαζὰρ τὸν ἱερέα καὶ πρὸς πάντας υἱοὺς ᾿Ισραὴλ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα καὶ τὴν προνομήν, εἰς τὴν παρεμβολὴν εἰς Μωάβ, ἥ ἐστιν ἐπὶ τοῦ ᾿Ιορδάνου κατὰ ᾿Ιερειχώ.