Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Ἔντειλαι τοῖς υἱοῖς καὶ ἐρεῖς πρὸς αὐτοὺς λέγων Τὰ δῶρά μου δόματά μου καρπώυ, εἰς ὀσμὴν εὐωδίας, διατηρήσετε προσφέρειν ἐμοὶ ἐν ταῖς ἔορταῖς μου.

καὶ ἐρεῖς πρὸς αὐτούς ταῦτα τὰ καρπώματα ὅσα προσάξετε κυρίῳ, ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν εἰς ὁλοκαύτωσιν ἐνδελεχῶς·

τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωί, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν.

καὶ ποιήσεις τὸ δέκατον τοῦ οἰφὶ σεμίδαλιν εἰς θυσίαν ἀναπεποιημένην ἐν ἐλαίω ἐν τετάρτῳ τοῦ εἵν,

ὁλοκαύτωμα ἐνδελεχισμοῦ, ἡ γενομένη ἐν τῷ ὄρει Σεινὰ εἰς ὀσμὴν εὐωδίας κυρίῳ·

καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ εἳν τῷ ἀμνῷ τῷ ἑνί· ἐν τῷ ἁγίῳ σπείσεις σπονδὴν σίκερα κυρίῳ.

καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν· κατὰ τὴν θυσίαν αὐτοῦ καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσετε εἰς ὀσμὴν εὐωδίας κυρίου.

Καὶ τῆ ἡμέρᾳ τῶν σαββάτων προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ σπονδήν,

ὁλοκαύτωμα σαββάτων ἐν τοῖς σαββάτοις, ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός, καὶ τὴν σπονδὴν αὐτοῦ.

Καὶ ἐν τοῖς νεομηνίαις προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ, μόσχους ἐκ βοῶν δύο καὶ κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους·

τρία δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ μόσχῳ τῷ ἑνί, καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ κριῷ τῷ ἑνί,

δέκατον σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ ἀμνῷ τῷ ἑνί, θυσίαν ὀσμὴν εὐωδίας, κάρπωμα Κυρίῳ.

ἡ σπονδὴ [*](AF) [*](21 εξελευσοται (sic) A* (v superscr Α1) 22 εναντιον] εναντι Α Ελεαξαρ F | εναντι] εναντιον Bab AF XXVIII 2 διατηρήσετε διο τηρησεται F) BF] διατηρήσατε Α | ἐμοὶ] μοι AF 3 om ὅσα F 4 TTO ἥσεις (bis)] ποιήσεται Α ποιήσετε F 5 om ποιήσεις τὸ δέκατον F τετάρτῳ] pr τὼ F | ἱν AF 6 Σίνα BbAF 7 σπονδὴν 1°] σπονδὴ ἱν AF | σπείσεις] οπ..| σεις F 8 κάτα 2°] κα (sic) F | κυρίου] κυρίω 9 ἐς θυσίαν ἀναπεποιημένης ἐν ἐλαίω AF | σπονδὴ F 10 ολοκαυτωμ ὁλοκαυτώματος AF | σαββατων] σαββατου AF 11 νουμηνίαις AF | om τω AF | om και 2° Α 13 σεκατον] + δεκατον)

319
αὐτῶν τὸ ἥμισυ τοῦ εἵν ἔσται τῷ μόσχῳ τῷ ἑνί, καὶ τὸ τρίτον τοῦ [*](B) εἴν ἔσται τῷ κριῷ τῷ ἑνί, καὶ τὸ τέταρτον τοῦ εἴν ἔσται τῷ ἀμνῷ τῶ ἑνὶ οἴνου· τοῦτο ὁλοκαύτωμα μῆνα ἐκ μηνὸς εἰς τοὺς μῆνας τοῦ ἐνιαυτοῦ.

καὶ χίμαρον ἐξ αἰγῶν ἔνα περὶ ἁμαρτίας ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς ποιηθήσεται, καὶ ἡ αὐτοῦ.

καὶ ἐν τῷ μηνὶ τῷ πρώτῳ, τεσσαρεσκαιδεκάτ τοῦ μηνὸς, πάσχα κυρίου.

καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτή· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε.

καὶ ἡ ἡμέρα ἡ πρώτη ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε·

καὶ προσάξετε ὁλοκαυτώματα καρπώματα κυρίῳ, μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ζ΄, ἄμωμοι ἔσονται ὑμῖν·

καὶ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί,