Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

διότι παρέβητε τὸ ῥῆμά μου ἐν τῇ ἐρήμῳ Σεῖν, ἐν τῷ ἀντιπίπτειν τὴν συναγωγήν , ἁγιάσαι με· οὐχ ἡγιάσατέ με ἐπὶ τῷ ὕδατι ἔναντι αὐτῶν, τοῦτο ἔστιν ὕδωρ ἀντιλογίας ἐν Καδὴς ἐν τῇ ἐρήμῳ Σεῖν.

καὶ εἶπεν Μωυσῆς πρὸς κύριον

᾿Επισκεψάσθω κύριος ὁ θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης,

ὅστις ἐξελεύσεται πρὸ προσώπου αὐτῶν καὶ πρὸ προσώπου αὐτῶν, καὶ ὅστις ἐξάξει αὐτοὺς αὐτούς, καὶ οὐκ ἔσται ἡ συναγωγὴ κυρίου ὡσεὶ πρόβατα οἷς οὐκ ἔστιν ποιμήν.

καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων Λάβε πρὸς σεαυτὸν τὸν Ἰησοῦν υἱὸν Ναυή, ἄνθρωπον ὃς ἔχει πνεῦμα ἐν ἑαυτῷ, καὶ ἐπιθήσεις τὰς χεῖράς σου ἐπ’ αὐτόν·

καὶ στήσεις αὐτὸν ἔναντι ᾿Ελεαζὰρ τοῦ ἱερέως, καὶ ἐντελῇ αὐτῷ ἔναντι πάσης συναγωγῆς, καὶ ἐντελῇ περὶ αὐτοῦ ἐναντίον αὐτῶν·

καὶ δώσεις τῆς δόξης σου ἐπ’ αὐτόν, ὅπως ἂν εἰσακούσωσιν αὐτοῦ οἱ υἱοὶ ᾿Ισραήλ.

καὶ ἔναντι ᾿Ελεαζὰρ τοῦ ἱερέως στήσεται, καὶ ἔπερωτήσουσιν αὐτὸν τὴν κρίσιν τῶν δήλων ἔναντι κυρίου· ἐπὶ τῷ στόματι [*](8 ἢν] η AF | τὴν κληρονομίαν] ’τον κλῆρον F | αὐτοῦ 2°] του sup ras B? — 11 δωσεται Α (ter) 11 κληρονομήσει] ἥσει sup ras A1?a? κληρονομησ.ι ησει sup τὰ αὐτοῦ sup ras A1?a? | om Ισραηλ Α 12 πέρα B* πέραν Bab) Ι το ρος °] om τὸ BabAF 13 orn ὄψει ἀυτὴν καὶ B*vid (hah sup ras et in ngg Ba) | οψη AF | καθως F | τω Ωρ] om τω BabAF 14 παρέβητε τὸ ἤμα μου sup ras A1?a? | Σεῖν 1°] Σινα Α Σιν F | ἁγίασαι] pr του Α | om 10 F | ἐνάντιον Α | τοῦτο] + ’δε Α | ὕδωρ] pr τὸ AF | om ἐν 3° AF | Σειν Ειν AF 17 ὤσει] ὡς Α 18 ’τον Ιησουν] om ’τον BahF | a?mg | ἐπιθήσει Α ἐπιθήσεις A1) 19 ἔναντι 2°] ἐνάντιον Α | εντελη ντειλαι Α 20 τὴν δοξαν F | ἐπ’ αὐτὸν] ἐπ’ ἀυτῶ F* ἐπ’ αὐτὸν F1?) | ὅπως] or πάσαν F | om αν F | οἱ υἱὼ] om οἱ Α 21 ἐπερωτήσωσιν Α)

318
[*](B) αὐτοῦ ἐξελεύσονται καὶ ἐπὶ τῷ στόματι αὐτοῦ εἰσελεύσονται, αὐτὸς καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ὁμοθυμαδὸν καὶ πᾶσα ἡ συναγωγή.

καὶ ἐποίησεν Μωυσῆς καθὰ ἐνετείλατο αὐτῷ κύριος· καὶ λαβὼν τὸν Ἰησοῦν ἔστησεν αὐτὸν ἐναντίον ᾿Ελεαζὰρ τοῦ ἱερέως καὶ ἔναντι πάσης συναγωγῆς, καὶ ἐπέθηκεν τὰς χεῖρας αὐτοῦ ἐπ’ αὐτόν, καὶ συνέστησεν αὐτόν, καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ.

καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Ἔντειλαι τοῖς υἱοῖς καὶ ἐρεῖς πρὸς αὐτοὺς λέγων Τὰ δῶρά μου δόματά μου καρπώυ, εἰς ὀσμὴν εὐωδίας, διατηρήσετε προσφέρειν ἐμοὶ ἐν ταῖς ἔορταῖς μου.

καὶ ἐρεῖς πρὸς αὐτούς ταῦτα τὰ καρπώματα ὅσα προσάξετε κυρίῳ, ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν εἰς ὁλοκαύτωσιν ἐνδελεχῶς·

τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωί, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν.

καὶ ποιήσεις τὸ δέκατον τοῦ οἰφὶ σεμίδαλιν εἰς θυσίαν ἀναπεποιημένην ἐν ἐλαίω ἐν τετάρτῳ τοῦ εἵν,

ὁλοκαύτωμα ἐνδελεχισμοῦ, ἡ γενομένη ἐν τῷ ὄρει Σεινὰ εἰς ὀσμὴν εὐωδίας κυρίῳ·

καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ εἳν τῷ ἀμνῷ τῷ ἑνί· ἐν τῷ ἁγίῳ σπείσεις σπονδὴν σίκερα κυρίῳ.

καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν· κατὰ τὴν θυσίαν αὐτοῦ καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσετε εἰς ὀσμὴν εὐωδίας κυρίου.

Καὶ τῆ ἡμέρᾳ τῶν σαββάτων προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ σπονδήν,

ὁλοκαύτωμα σαββάτων ἐν τοῖς σαββάτοις, ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός, καὶ τὴν σπονδὴν αὐτοῦ.

Καὶ ἐν τοῖς νεομηνίαις προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ, μόσχους ἐκ βοῶν δύο καὶ κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους·