Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ υἱοὶ Φαλλοῦ· ᾿Ελιάβ.

καὶ υἱοὶ ᾿Ελιάβ· Ναμουὴλ καὶ Δαθὰν καὶ ᾿Αβειρών· οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ ᾿Ααρὼν ἐν τῇ συναγωγῇ κόρε ἐν τῇ ἐπισυστάσει κυρίου·

καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ κόρε ἐν τῇ συναγωγῇ αὐτοῦ, ὅτε κατέφαγεν τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους, καὶ ἐγενήθησαν ἐν σημείῳ.

οἱ δὲ υἱοὶ Κόρε οὐκ ἀπέθανον νον.

Καὶ οἱ υἱοὶ Συμεών· ὁ δῆμος τῶν υἱῶν Ναμουήλ, δῆμος ὁ Ναμουηλεί· τῷ ᾿Ιαμείν, δῆμος ὁ ᾿Ιαμινεί. τῷ δῆμος ὁ ᾿Ιαχινεί·