Numbers
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
XXIVΒαλαὰμ ὅτι καλόν ἐστιν ἔναντι κυρίου εὐλογεῖν τὸν ᾿Ισραήλ, οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς, καὶ ἀπέστρεψεν τὸ πρόσωπον εἰς τὴν ἔρημον.
καὶ ἐξάρας Βαλαὰμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν ᾿Ισραὴλ ἐστρατοπεδευκότα κατὰ φυλάς. καὶ ἐγένετο πνεῦμα θεοῦ ἐν αὐτῷ.
καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν
- φησὶν ἀκούων λόγια θεοῦ,
- ὅστις ὅρασιν θεοῦ εἶδεν,
- ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ·
- ὡς καλοί σου οἱ οἶκοι, ᾿Ιακώβ,
- αἱ σκηναί σου, Ἰσραήλ·
- ὡς νάπαι σκιάζουσαι,
- καὶ ὡσεὶ παράδεισος ἐπὶ ποταμῶν·
- καὶ ὡσεὶ σκηναὶ ἃς ἔπηξεν κύριος,
- ὡσεὶ κέδροι παρ’ ὕδατα.
- ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ,
- καὶ κυριεύσει ἐθνῶν πολλῶν·
- καὶ ὑψωθήσεται ἢ Γὼγ βασιλεία,
- καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ.
- θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου,
- ὡς δόξα μονοκέρωτος αὐτῶ·
- ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ,
- καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖν,
- καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν. [*](28 κορυφην] pr τὴν A XXIV 1 ἐνάντιον AF | εὐλόγει A* (v AF superscr A1) | οὐκ] pr καὶ F | ιωθος B*F εἴωθ’. BabA) | οιωνοις] ωνοις A* οι superscr A1) ιωνοις F | πρόσωπον] + αὐτοῦ BabAF 2 πνεῦμα θεοῦ ἐν ἀυτῶ] ἐπ’ ἀυτῶ πݲνݲαݲ θῦ Α επ αυτιν πν. θ. F* επ αυτω F1mg) 3 Βαιωρ Α αληθεινος Α 4 om φησιν...θεου F | θεοῦ 1°] + ἰσχυροῦ Α | om οστις F* ?me) | ἔιδεν· ἐν ὕπνω F | αποκεκαλ. απεκαλ. Α)] pr ras 2 forte litt B1?a? 5 σου οἱ οἴκοι] οἴκοι σου Α οἱ οἴκοι σου F 6 ὡς B*vidF] ὤσει B1?A | παράδεισοι BabAF παραδισοι) | ποτάμω BbA | om κα 2° F* (hab 7 βασιλεια °]+αυτου AF 8 θεος] pr ο AF | δόξαν F | εκμυελει BA* (ἐκμυελιεῖ A1F))
310
[*](B)καὶ ἐθυμώθη Βαλὰκ ἐπὶ Βαλαάμ, καὶ συνεκρότησεν ταῖς χερσὶν αὐτοῦ. καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαάμ Καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο.