Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαάμ τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν.

καὶ Βαλαὰμ πρὸς Βαλάκ οὐχὶ ὅσα ἐὰν ἐμβάλῃ ὁ θεὸς εἰς τὸ μου, τοῦτο φυλάξω λαλῆσαι;

καὶ εἶπεν πρὸς αὐτὸν Βαλάκ Δεῦρο ἔτι μετ’ ἐμοῦ εἰς τόπον ἄλλον, ἐξ ὧν οὐκ ὄψῃ αὐτὸν ἐκεῖθεν, ἀλλ’ ἢ μέρος τι αὐτοῦ ὄψη, πάντας δὲ οὐ μὴ ἴδῃς· καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν.

καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν Λελαξευμένου, καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμούς, καὶ ἀνεβίβασεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλάκ Παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν [*](5 στόμα] pr τὸ BabAF 6 εφειστηκει Bab | των ολοκαυτ.] της ολοκαυτωσεως AF F* (ματων F1 mg) 8 αροσομαι AF Ι καταραται 1°] Kuptos] pr ο Α | καταρασομαι AF 9 βουνων] pr των Α Ι προνοήσω Bab om ου Α 10 αποθανη F 11 πεποίηκας] εποιησας AF AF 12 om εαν Α αν F 13 εξ ων] εξ ου AF)

308
[*](B) θεόν.

καὶ συνήντησεν ὁ θεὸς τῷ Βαλαὰμ καὶ ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν Ἀποστράφητι πρὸς Βαλάκ, καὶ τάδε λαλήσεις. καὶ ἀπεστράφη πρὸς αὐτόν·

ὁ δὲ ἐφιστήκει ἐπὶ τῆς αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετ’ αὐτοῦ. αὐτῷ Βαλὰκ Ti ἐλάλησεν κύριος;

καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν

  • Ἀνάστηθι Βαλάκ, καὶ ἄκουε.
  • ἐνώτισαι μάρτυς, υἱὸς Σεπφώρ.
    1. οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι,
    2. οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι·
    3. αὐτὸς εἴπας οὐχὶ ποιήσει;
    4. λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ;
    1. ἰδοὺ εὐλογεῖν παρείλημμαι·
    2. εὐλογήσω, καὶ οὐ μὴ ἁποστρέψω.