Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλών, καὶ ὁ ἄρχων τῶν υἱῶν Ζαβουλὼν Ἐλιὰβ υἱὸς χαιλών·

δύναμις αὐτῶν οἱ ἐπεσκεμμένοι ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.

πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Ἰούδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι, σὺν δυνάμει αὐτῶν· πρῶτοι ἐξαροῦ- σιν.

Τάγμα παρεμβολῆς Ῥουβήν, πρὸς λίβα δύναμις αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ῥουβὴν Ἐλισοὺρ υἱὸς Σεδιούρ·

δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἓξ καὶ τεσσεράκοντα χιλιάδες καὶ

καὶ οἱ παρεμβαλόντες ἐχόμενοι αὐτοῦ φυλῆς Συμεών, καὶ ὁ τῶν υἱῶν Συμεὼν Σαλαμιὴλ υἱὸς Σουρισαδαί·

δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι.

καὶ οἱ παρεμβαλόντες ἐχόμενοι αὐτοῦ φυλὴ Γάδ, καὶ ὁ ἄρχων τῶν υἱῶν Γὰδ Ἐλεισὰφ υἱὸς Ῥαγουήλ·

δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τεσσεράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα.

πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Ῥουβὴν ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα, σὺν δυνάμει αὐτῶν· δεύτεροι ἐξαροῦσιν.

Καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ ἡ παρεμ- βολὴ τῶν Λευειτῶν μέσον τῶν παρεμβολῶν· ὡς καὶ παρεμβάλλουσιν, οὕτως καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθ’ ἡγεμονίαν.

Τάγμα παρεμβολῆς Ἐφράιμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν, καὶ ὁ τῶν υἱῶν Ἐφράιμ ’Eλεισαμὰ υἱὸς Ἐμιούδ·

δύναμις αὐτοῦ οἱ [*](3 κάτα νότον] πρῶτοι AF Ι κατ’] κάτα F | om καὶ ο ἄρχων Α* (hab AF ?(mg)) | Αμιναδαβ BbAF 4, 6 ἐπεσκεμμένοι] ἠριθμημένοι Α υλης BA 1] φυλη Α* F 8 ἀυτῶν] αὐτοῦ AF 9 παρεμβολῆς] φυλῆς (hab παρ’. F l mg sed pr Ak.) | ἕκατον] κάτον sup ras 7 vel 8 litt Aa Aa pr καὶ AF Ι εξαρουσιν] ἀναζεύξουσιν Α 10 λίβα] νότον F Ι δυναμις] σὺν δυνάμει AF Ι Σεδιουρ] Εδιουρ Α 11 επεσκεμ- Α 12 παρεμβάλλοντες BabAF Ι φυλὴ AF | Σουριαδαει F 13–16 ἐπεσκεμμένοι (ter)] ἠριθμημένοι Α 14 BabAF Ι Ελισαφ AF 16 om ἐκ BabAF | ἕκατον πέντ’. μία] ία καὶ πέντ’. καὶ ἐκ. Α ἐκ. καὶ πέντ’. F Ι εξαρουσιν] ἀναζεύξουσιν Α 17 Λευιτ. F (ita identidem) Ι μέσον] ἄνα μέσων Α | τῶν παρ’.] om τῶν F | om καὶ 3 F Ι ἐξαροῦσιν] ἀναζεύξουσιν Α | καθ’ ἡγεμονίαν] κάτα τάγμα ἀυτῶν Α καθ’ ἦγ’. υτων F 18 πάρα] κάτα Α | Ελισαμα AF | om ὑίος B* (hab BabAF))

256
[*](B) μένοι τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι.

καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Μανασσή, καὶ ὁ ἄρχων τῶν υἱῶν Μανασσὴ Γαμαλιὴλ υἱὸς Φαδασσούρ·