Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

οὗτος ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ καθαρὸς ἔσται· ἐὰν μὴ ἀφαγνισθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, οὐ ἔστι

πᾶς ὁ ἁπτόμενος τοῦ τεθνηκότος ἀπὸ ψυχῆς ἀνθρώπου, ἐὰν ἀποθάνῃ καὶ μὴ ἀφαγνισθῇ, τὴν σκηνὴν κυρίου ἐμίανεν· ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιεραωτίσθη ἐπ’ αὐτόν· ἀκάθαρτός ἐστιν, ἔτι ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ ἐστιν.

καὶ οὗτος ὁ νόμος· ἄνθρωπος ἐὰν ἀποθάνῃ ἐν τῆ οἰκίᾳ, πᾶς ο εἰσπορευόμενος εἰς τὴν οἰκίαν καὶ ὅσα ἐστὶν ἐν τῇ οἰκίᾳ ἀκάθαρτα ἔσται ἑπτὰ ἡμέρας·

καὶ πᾶν σκεῦος ἀνεῳγμένον, ὅσα οὐχὶ δεσμὸν καταδέδεται ἐν αὐτῷ, ἀκάθαρτά ἐστιν.

καὶ πᾶς ὃς ἐὰν ἅψηται ἐπὶ προσώπου τοῦ πεδίου τραυματίου ἢ νεκροῦ ἢ ὀστέου ἀνθρωπίνου ἢ μνήματος, ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται.

καὶ λήμψονται τῷ ἀκαθάρτῳ ἀπὸ τῆς σποδιᾶς τῆς κατακεκαυμένης τοῦ ἁγνισμοῦ, καὶ ἐκχεοῦσιν ἐπ’ αὐτὴν ὕδωρ ζῶν εἰς σκεῦος·

καὶ λήμψεται ὕσσωπον καὶ βάψει εἰς τὸ ὕδωρ ἀνὴρ καθαρός, καὶ περιρανεῖ ρανεῖ ἐπὶ τὸν οἶκον καὶ ἐπὶ τὰ σκεύη καὶ ἐπὶ τὰς ψυχάς, ὅσαι ἐὰν ὦσιν ἐκεῖ, καὶ ἐπὶ τὸν ἡμμένον τοῦ ὀστέου τοῦ ἀνθρωπίνου ἢ τοῦ τραυματίου ἢ τοῦ τεθνηκότος ἢ τοῦ μνήματος·

καὶ περιρανεῖ ὁ καθαρὸς ἐπὶ τὸν ἀκάθαρτον ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμη, καὶ ἀφαγνισθήσεται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ὦσται ἕως ἑσπέρας.

καὶ ἄνθρωπος ὃς ἐὰν μιανθῇ καὶ μὴ ἀφαγνισθῇ, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τῆς συναγωγῆς, ὅτι τὰ ἅρα Κυρίου ἐμίανεν· ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιεραντίσθη ἐπ’ αὐτόν, ἀκάθαρτός ἐστιν.

καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον· καὶ ὁ περιραίνων ὕδωρ ῥαντισμοῦ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ὁ ἁπτόμενος τοῦ ὕδατος τοῦ ῥαντισμοῦ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·

καὶ παντὸς οὗ ἐὰν ἅψηται αὐτοῦ ὁ [*](AF) [*](11 ἔπτα ημ.] + ἕως ἐσπέρας Aa? mg 12 τῆ ἥμερα 1 o] pr καὶ ἔστα 1° ] ἐστιν Α | τη τριτη 2 o] his scr τῆ B 13 ψύχης] Pr πάσης AF | κυρίου] pr του F Ι om επ αὐτὸν F* (hab F1 (mg)) 14 τῆ οἰκία 1 o] om τῆ Bab AF 15 οὔχι BabF] ουκ εχι B* ουκ εχει Α I εν αυτω] επ ἀυτῶ Ba?b AF | ἀκάθαρτον F 16 ἔαν] ἀν’ AF Ι πρόσωπον Α ανου A 18 υσσωπιον B* υσσωπον Bab) | περιρανιει F Ι ἔπι του ἡμμένον (sic) Α τραυματίου] τραύματος Α 19 καὶ 2 o] pr επιτα Α Ι om καὶ ἁφὰ τη ημ. τη εβδ. B* (hab Bab mg inf F καὶ αφαγν. εν τη ημ. τη εβδ. A) Ι ακαθαρτος] καθαρὸς F* ακαθ. F1 (vid)) 20 εαν] ἀν’ AF Ι μιανθῇ] post ι ras i litt Α?)

299
ἀκάθαρτος, ἀκάθαρτον ἔσται, κοὶ ἡ ψυχὴ ἡ ἁπτομένη ἀκάθαρτος ἔσται [*](B) ἕως εσπερας.

Καὶ ἦλθον οἱ υἱοὶ Ἰσραήλ, πᾶσα ἡ συναγωγή, εἰς τὴν ἔρημον Σεῖν ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ κατέμεινεν ὁ λαὸς ἐν καδής· καὶ ἐτελεύτησεν ἐκεῖ Μαριάμ, καὶ ἐτάφη ἐκεῖ.

καὶ οὐκ ἦν ὕδωρ τῇ ᾖ, καὶ ἠθροίσθησαν ἐπὶ Μωυσῆν καὶ Ἀαρών.

καὶ ἐλοιὁ λαὸς πρὸς Μωυσῆν λέγοντες Ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλίᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι κυρίου.

καὶ ἵνα τί ἀνήγαγες τὴν συναγωγὴν κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν ;

καὶ ἵνα τί τοῦτο ἀνήγαγες ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τοῦτον ; τόπος οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ οὐδὲ ἄμπελοι οὐδὲ ῥόαι, οὐδὲ ὕδωρ ἐστὶν πιεῖν.

καὶ ἦλθεν Μωυσῆς καὶ Ἀαρὼν ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἔπεσαν ἐπὶ πρόσωπον· κοὶ ὤφθη ἡ δόξα κυρίου πρὸς αὐτούς.

καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Λάβε τὴν ῥάβδον, καὶ ἐκκλησίασον τῇ συναγωγῇ σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου, καὶ λαλήσατε πρὸς τὴν πέτραν ἔναντι αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς· καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν.

καὶ ἔλαβεν Μωυσῆς τὴν ῥάβδον τὴν ἀπέναντι κυρίου, καθὰ συνέταξεν κύριος·