Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τοῦτο ἔστω ὑμῖν ἀπὸ τῶν ἡγιασμένων ἁγίων τῶν καρπωμάτων, ἀπὸ πάντων τῶν δώρων αὐτῶν καὶ ἀπὸ πάντων τῶν θυσιασμάτων καὶ ἀπὸ πάσης πλημμελίας αὐτῶν καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν, ὅσα ἀποδιδόασίν μοι ἀπὸ πάντων τῶν ἁγίων, σοὶ ἔσται καὶ τοῖς υἱοῖς σου.

ἐν τῷ ἁγίῳ τῶν ἁγίων φάγεσθε αὐτά· πᾶν ἀρσενικὸν φάγεται αὐτά, σὺ καὶ οἱ υἱοί σου· ἅγια ἔσται σοι.

καὶ τοῦτο ἔσται ὑμῖν ἀπαρχῶν δομάτων αὐτῶν, ἀπὸ πάντων τῶν ἐπιθεμάτων τῶν υἱῶν Ἰσραήλ· σοὶ δέδωκα αὐτὰ καὶ τοῖς υἱοῖς σου κοὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ, νόμιμον αἰώνιον· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά.

πᾶσα ἀπαρχὴ ἐλαίου καὶ πᾶσα ἀπαρχὴ οἴνου, σίτου ἀπαρχὴ αὐτῶν, ὅσα ἂν δῶσι τῷ κυρίῳ, σοὶ δέδωκα αὐτά.

τὰ πρωτογενήματα πάντα ὅσα ἐν τῇ γῇ αὐτῶν, ὅσα ἂν ἐνέγκωσιν κυρίῳ, σοὶ ἔσταθ· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά.

πᾶν ἀνατεθεματισμένον ἐν υἱοῖς Ἰσραὴλ σοὶ ἔσται.

καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκός, ἃ προσφέρουσιν κυρίῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους, σοὶ ἔσται· ἁλλ’ ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων, καὶ τὰ πρωτότοκα τῶν [*](5 φυλαξετε Α Ι ἀγίων] + μου F | ἔσται] + ἔτι AF 6 ὑιῶν] pr BabAF 7 διατηρήσατε F | ιερατιας] ἱερωσύνης F 8 τῶν απαρχων χων Bab] ἀυτῶν ἀπ’. B* τῶν ἀπ’. μου AF 9 θυσιασμάτων] + BabAF Ι πλημμελιας] pr τῆς AF | ἁμαρτίων] † ἀυτῶν F | om τῶν 60 F 10 φαγεται] φάγετε B | σὺ BabF] σοι B*A 11 ὕμιν ἔσται F 12 οἴνου ffiTov] σιτου καὶ οἴνου Α οἴνου καὶ σίτου F | δῶσι] δώσει Bab δῶσιν AF 14 υἱοῖς] pr τοῖς Α 15 πὰν] πᾶς Α | μήτραν] pr πασαν Α | a] ὅσα BaA)

296
[*](B) κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ.

καὶ ἡ λύτρωσις αὐτοῦ ἀπὸ συντίμησις πέντε σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ὀβολοί εἰσιν.

πλὴν πρωτότοκα μόσχων καὶ πρωτότοκα προβάτων καὶ πρωτότοκα αἰγῶν οὐ λυτρώσῃ· ἅγιά ἐστιν· καὶ τὸ αἷμα αὐτῶν προσχεεῖς πρὸς τὸ θυσιαστήριον, καὶ τὸ στέαρ ἀνοίσεις κάρπωμα εἰς ὀσμὴν εὐωδίας κυρίῳ·

καὶ τὰ κρέα ἔσται σοί· καὶ τὸ στηθύνιον τοῦ ἐπιθέματος, καὶ κατὰ τὸν βραχίονα τὸν δεξιόν, σοὶ ἔσται.

πᾶν ἀφαίρεμα τῶν ἁγίων, ὅσα ἀν’ ἀφέλωσιν οἱ υἱοὶ Ἰσραὴλ Κυρίῳ, σοὶ δέδωκα καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ, νόμιμον αἰώνιον· διαθήκη ἁλὸς αἰωνίου ἐστὶν ἔναντι Τυρίου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ.

καὶ ἐλάλησεν κύριος πρὸς Ἀαρών Ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις, καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς, ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν μέσῳτῶν υἱῶν Ἰσραήλ.

καὶ τοῖς υἱοῖς Λευεὶ ἰδοὺ δέδωκα πᾶν ἐπιδέκατον ἐν Ἰσραὴλ ἐν κλήρῳ ἀντὶ τῶν λειτουργιῶν αὐτῶν, ὅσα αὐτοὶ λειτουργοῦσιν λειτουργίαν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.

καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ Ἰσραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, λαβεῖν ἁμαρτίαν θανατηφόρον.

καὶ λειτουργήσει ὁ Λευείτης αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ αὐτοὶ λήμψονται τὰ ἁμαρτήματα αὐτῶν, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσιν κληρονομίαν.

ὅτι τὰ ἐπιδέκατα τῶν υἱῶν Ἰσραὴλ ὅσα ἄν ἀφορίσωσιν κυρίῳ ἀφαίρεμα δέδωκα τοῖς Λευείταις ἐν κλήρῳ· διὰ τοῦτο εἴρηκα αὐτοῖς Ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσιν κλῆρον.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

καὶ τοῖς λευείταις λαλήσεις καὶ ἐρεῖς πρὸς αὐτούς Ἐὰν λάβητε παρὰ τῶν υἱῶν τὸ ἐπιδέκατον ὁ δέδωκα ὑμῖν παρ’ αὐτῶν ἐν κλήρῳ, καὶ ὑμεῖς ἀπ’ αὐτοῦ ἀφαίρεμα κυρίῳ ἐπιδέκατον ἀπὸ τοῦ ἐπικαὶ

καὶ λογισθήεται ὑμῖν τὰ ἀφαιρέματα ὑμῶν ὡς σῖτος ἀπὸ ἅλω καὶ ἀφαίρεμα ἀπὸ ληνοῦ.

οὕτως ἀφελεῖτε αὐτοὺς καὶ ὑμεῖς ἀπὸ τῶν ἀφαιρεμάτων κυρίου ἀπὸ πάντων ἐπιδεκάτων ὑμῶν ὅσα ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ἰσραήλ, καὶ δώσετε ἀπ’ αὐτῶν ἀφαίρεμα Ἀαρῶν τῷ ἱερεῖ.