Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

τὰ πρωτογενήματα πάντα ὅσα ἐν τῇ γῇ αὐτῶν, ὅσα ἂν ἐνέγκωσιν κυρίῳ, σοὶ ἔσταθ· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά.

πᾶν ἀνατεθεματισμένον ἐν υἱοῖς Ἰσραὴλ σοὶ ἔσται.

καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκός, ἃ προσφέρουσιν κυρίῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους, σοὶ ἔσται· ἁλλ’ ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων, καὶ τὰ πρωτότοκα τῶν [*](5 φυλαξετε Α Ι ἀγίων] + μου F | ἔσται] + ἔτι AF 6 ὑιῶν] pr BabAF 7 διατηρήσατε F | ιερατιας] ἱερωσύνης F 8 τῶν απαρχων χων Bab] ἀυτῶν ἀπ’. B* τῶν ἀπ’. μου AF 9 θυσιασμάτων] + BabAF Ι πλημμελιας] pr τῆς AF | ἁμαρτίων] † ἀυτῶν F | om τῶν 60 F 10 φαγεται] φάγετε B | σὺ BabF] σοι B*A 11 ὕμιν ἔσται F 12 οἴνου ffiTov] σιτου καὶ οἴνου Α οἴνου καὶ σίτου F | δῶσι] δώσει Bab δῶσιν AF 14 υἱοῖς] pr τοῖς Α 15 πὰν] πᾶς Α | μήτραν] pr πασαν Α | a] ὅσα BaA)

296
[*](B) κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ.

καὶ ἡ λύτρωσις αὐτοῦ ἀπὸ συντίμησις πέντε σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ὀβολοί εἰσιν.

πλὴν πρωτότοκα μόσχων καὶ πρωτότοκα προβάτων καὶ πρωτότοκα αἰγῶν οὐ λυτρώσῃ· ἅγιά ἐστιν· καὶ τὸ αἷμα αὐτῶν προσχεεῖς πρὸς τὸ θυσιαστήριον, καὶ τὸ στέαρ ἀνοίσεις κάρπωμα εἰς ὀσμὴν εὐωδίας κυρίῳ·

καὶ τὰ κρέα ἔσται σοί· καὶ τὸ στηθύνιον τοῦ ἐπιθέματος, καὶ κατὰ τὸν βραχίονα τὸν δεξιόν, σοὶ ἔσται.

πᾶν ἀφαίρεμα τῶν ἁγίων, ὅσα ἀν’ ἀφέλωσιν οἱ υἱοὶ Ἰσραὴλ Κυρίῳ, σοὶ δέδωκα καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ, νόμιμον αἰώνιον· διαθήκη ἁλὸς αἰωνίου ἐστὶν ἔναντι Τυρίου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ.

καὶ ἐλάλησεν κύριος πρὸς Ἀαρών Ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις, καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς, ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν μέσῳτῶν υἱῶν Ἰσραήλ.

καὶ τοῖς υἱοῖς Λευεὶ ἰδοὺ δέδωκα πᾶν ἐπιδέκατον ἐν Ἰσραὴλ ἐν κλήρῳ ἀντὶ τῶν λειτουργιῶν αὐτῶν, ὅσα αὐτοὶ λειτουργοῦσιν λειτουργίαν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.

καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ Ἰσραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, λαβεῖν ἁμαρτίαν θανατηφόρον.

καὶ λειτουργήσει ὁ Λευείτης αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ αὐτοὶ λήμψονται τὰ ἁμαρτήματα αὐτῶν, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσιν κληρονομίαν.

ὅτι τὰ ἐπιδέκατα τῶν υἱῶν Ἰσραὴλ ὅσα ἄν ἀφορίσωσιν κυρίῳ ἀφαίρεμα δέδωκα τοῖς Λευείταις ἐν κλήρῳ· διὰ τοῦτο εἴρηκα αὐτοῖς Ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσιν κλῆρον.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

καὶ τοῖς λευείταις λαλήσεις καὶ ἐρεῖς πρὸς αὐτούς Ἐὰν λάβητε παρὰ τῶν υἱῶν τὸ ἐπιδέκατον ὁ δέδωκα ὑμῖν παρ’ αὐτῶν ἐν κλήρῳ, καὶ ὑμεῖς ἀπ’ αὐτοῦ ἀφαίρεμα κυρίῳ ἐπιδέκατον ἀπὸ τοῦ ἐπικαὶ

καὶ λογισθήεται ὑμῖν τὰ ἀφαιρέματα ὑμῶν ὡς σῖτος ἀπὸ ἅλω καὶ ἀφαίρεμα ἀπὸ ληνοῦ.

οὕτως ἀφελεῖτε αὐτοὺς καὶ ὑμεῖς ἀπὸ τῶν ἀφαιρεμάτων κυρίου ἀπὸ πάντων ἐπιδεκάτων ὑμῶν ὅσα ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ἰσραήλ, καὶ δώσετε ἀπ’ αὐτῶν ἀφαίρεμα Ἀαρῶν τῷ ἱερεῖ.

ἀπὸ πάντων τῶν δομάτων ὑμῶν ἀφελεῖτε [*](AF) [*](17 μοσχων] μόσχου F 18 και 2 o] pr καθὰ Bab AF Ι om κάτα Α | εσται σοι Α 19 αν] ἔαν Α | δέδωκα σοι AF 20 αρων sup ras F1 | εν τη γῆ] pr λέγων F Ι om κα κληρονομία σου Α 23 ὑιῶν] pr τῶν Α 24 υιων 2 o] pr τῶν Α 27 om σῖτος F Ι ἄπο ἄλω] ἀφ’ ἅλωνος AF | ἀφαίρεμα] pr ὦι AF 28 om αὐτοὺς AF j τῶν ἀφαιρεμάτων] πάντων ἀφαιρεμάτων Α pr πάντων F | ἐπιδεκάτων] pr τῶν F | κα 2 o] κ sup ras B? Ι αφαιρεμα] † κυρίω AF 29 om τῶν 1 o Bavid)

297
ἀφαίρεμα Κυρίῳ, ἢ ἀπὸ πάντων τῶν ἀπαρχῶν τὸ ἡγιασμένον ἀπ’ αὐτοῦ. [*](E)

καὶ ἐρεῖς πρὸς αὐτούς ὅταν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ’ αὐτοῦ, καὶ λογὶς θήσεται τοῖς Λευείταις ὡς γένημα ἀπὸ ἅλω κα ὡς γένημα ληνοῦ.

καὶ ἴδεσθε αὐτὸ ἐν παντὶ τόπῳ ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν, ὅτι μισθὸς οὗτος ὑμῖν ἐστιν ἀντὶ τῶν λειτουργιῶν ὑμῶν τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου·

καὶ οὐ λήμψεσθε δι’ αὐτὸ ἁμαρτίαν, ὅτι ἂν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ’ αὐτοῦ· καὶ τὰ ἅγια τῶν υἱῶν Ἰσραὴλ οὐ βεβηλώσετε, ἵνα μὴ ἀποθάνητε.

XIX