Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ὡς δὲ ἐπαύσατο λαλῶν πάντας τοὺς λόγους τούτους, ἐρράγη ἡ γῆ ὑποκάτω αὐτῶν,

καὶ ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ κόρε καὶ τὰ κτήνη αὐτῶν.

καὶ κατέβησαν αὐτοὶ καὶ ὅσα ἐστὶν αὐτῶν ζῶντα εἰς ᾅδου, καὶ ἐκάλυψεν αὐτοὺς ἡ γῆ, καὶ ἀπώλοντο ἐκ μέσου τῆς συναγωγῆς.

καὶ πᾶς Ἰσραὴλ οἱ κύκλῳ αὐτῶν ἔφυγον ἀπὸ τῆς φωνῆς αὐτῶν, ὅτι λέγοντες Μή ποτε καταπίῃ ἡμᾶς ἡ γῆ.

καὶ πῦρ ἐξῆλθεν παρὰ κυρίου καὶ κατέφαγεν τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας τοὺς προσφέροντας τὸ θυμίαμα.

Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν

καὶ πρὸς Ἐλεαζὰρ τὸν υἱὸν Ἀαρὼν τὸν ἱερέα Ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κατακεκαυμένων, καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ, ὅτι ἡγίασαν τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν·

καὶ ποίησον αὐτὰ λεπίδας ἐλατάς, περίθεμα τῷ θυσιαστηρίῳ, ὅτι προσηνέχθησαν ἔναντι κυρίου καὶ ἡγιάσθησαν, καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς Ἰσραήλ.

καὶ ἔλαβεν Ἐλεαζὰρ υἱὸς Ἀαρὼν τοῦ ἱερέως τὰ πυρεῖα τὰ χαλκᾶ ὅσαπροσήνεγκαν οἱ κατακεκαυμένοι, καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ,

κατακεκαυμένοι, τοῖς υἱοῖς Ἰσραήλ, ὅπως ἂν μὴ προσέλθῃ μηθεὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ἀαρών, ἐπιθεῖναι θυμίαμα ἔναντι κυρίου, καὶ οὐκ ἔσται ὥσπερ κόρε [*](AF) [*](27 σκηνης κορε] † καὶ Δαθαν καὶ Αβειρων Α κορε συναγωγῆς F | Αβιρων F | ειστηκ. Bab | σκηνων] σκηνωμματων AF 29 om οὔχι F* (hab F1 mg) ἀπέσταλκεν] ἀπέστειλεν AF 30 καταβήσονται] ονται sup ras Aa Ι γνωσεσθαι εσθ rescr) Α 31 πάντα Α* ς superscr A1) Ι ὑποκάτω] + πόδων AF 33 ὅσα] pr πάντα AF | ἀυτῶν] αὐτοῖς AF Ι ζωντες Α 34 λέγοντες] pr εἶπαν AF 37 ’τον υἱὸν] om ’τον F 38 λεπίδες B* λεπιδας Bab) | τοις υιοις] pr εν Α 40 προσέλθητε B* προσελθη Ba) μηδεὶς AF)

293
καἰ ἡ ἐπισύστασις αὐτοῦ· καθὰ ἐλάλησεν κύριος ἐν χειρὶ Μωυσῆ [*](B) αὐτῷ.