Numbers
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
οὕτως σὺ καὶ πᾶσα ἡ συναγωγή σου ἡ συνηθροισμένη πρὸς τὸν θεόν· καὶ Ἀαρὼν τίς ἐστιν ὅτι διὸ· γογγύζετε κατ’ αὐτοῦ;
καὶ ἀπέστειλεν Μωυσῆς καλέσαι Δαθὰν [*](AF) [*](39 τῶν ὀφθαλμῶν] pr ὀπίσω AF + ὑμῶν AF | ἐκπορνεύετε] pr ὑμὲς 40 μνησθηται, ποιήσηται F 41 om κύριος 1 o F Ι om ο εξαγαγων...ο θεὸς ὑμῶν 2 o F XVI 1 Ισσααρ] Ιασ| σααρ F* Ισααρ F1) Ι Λευι AF (ita ubique) Αβιρων F [ Αυν] Αυναν AF 3 ὀπίσω Μωυση] ἔπι Μωυσην Ba? AF εἶπαν] + πρὸς αὐτοὺς AF 5 om και 5 o AF | εξελεξατο] pr ουκ προσηγάγετο 2 o | pr οὐ AF 6 εαυτοις AF Ι πύρια F (ita F ubique) Ι ἑαυτοῦ Α 7 om καὶ ἐπίθετε ἐπ’ ἀυτὰ πυρ’ B* (hab Babmg AF) Ι om ο ανηρ F εκλεγεται] ἐκλέλεκται Bab ἀν’ ἐκλέξηται AF 9 ὕμιν τοῦτο F Ι ὑμὰς ο θέοι Ισρ. AF | om εκ συναγωγης 1 σραηλ F* (hab F1 (mgg)) | bis scr ὒ καὶ παριστασθαι εναντι τῆς σκήνης B Ι ἐνάντιον F Ι σκήνης 2 o] συναγωγῆς AF 10 om καὶ 4 o AF 11 οἱ συνηθροισμένοι F* η συνηθροισμένη F1 mg) | τις] τι Α)
μὴ μικρὸν [*](B) τοῦτο ὅτι ἀνήγαγες ἡμᾶς εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ, ὅτι κατάρχεις ἡμῶν ἄρχων ;
εἰ καὶ εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι εἰσήγαγες ἡμᾶς, καὶ ἔδωκας ἡμῖν κλῆρον ἀγροῦ κοὶ ἀμπελῶνας. τοὺς ὀφθαλμοὺς τῶν ἀνθρώπων ἐκείνων ἂν ἐξέκοψας· οὐκ ἀναβαίνομεν.
καὶ ἐβαρυθύμησεν Μωυσῆς σφόδρα, καὶ εἶπεν πρὸς Κύριον Μὴ προσχῇς εἰς τὴν θυσίαν αὐτῶν· οὐκ ἐπιθύμημα οὐδενὸς αὐτῶν εἴληφα, οὐδὲ ἐκάκωσα οὐδένα αὐτῶν.
καὶ εἶπεν Μωυσῆς πρὸς κόρε Ἁγίασον τὴν συναγωγήν σου, καὶ γίνεσθε ἕτοιμοι Κυρίου κυρίου σὺ καὶ αὐτοὶ καὶ Ἀαρὼν αὔριον·
καὶ λάβετε ἕκαστος τὸ πυρεῖον αὐτοῦ καὶ ἐπιθήσετε ἐπ’ αὐτὰ θυμιάματα, καὶ προσάξετε ἔναντι Τυρίου ἕκαστος τὸ πυρεῖον αὐτοῦ, πεντήκοντα καὶ διακόσια πυρεῖα, καὶ σὺ καὶ Ἀαρὼν ἕκαστος τὸ πυρεῖον αὐτοῦ.
καὶ ἔλαβεν ἕκαστος τὸ πυρεῖον αὐτοῦ, καὶ ἐπέθηκαν ἐπ’ αὐτὰ πῦρ, καὶ ἐπέβαλον ἐπ’ αὐτὸ θυμίαμα· καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου Μωυσῆς καὶ Ἀαρών.
καὶ ἐπισυνέστησεν ἐπ’ αὐτοὺς κόρε τὴν πᾶσαν αὐτοῦ συναγωγὴν παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ὤφθη ἡ δόξα κυρίου πάσῃ τῇ συναγωγῇ.
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων
Ἀποσχίσθητε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ.
καὶ καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ Θεός, θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, εἰ ἄνθρωπος εἷς ἥμαρτεν, ἐπὶ πᾶσαν τὴν συναγωγὴν ὀργὴ κυρίου ;
καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων
Αάλησον τῇ συναγωγῇ λέγων Ἀναχωρήσατε κύκλῳ ἀπὸ τῆς συναγωγῆς κόρε.
καὶ ἀνέστη Μωυσῆς καὶ ἐποπρὸς Δαθὰν καὶ Ἀβειρών, καὶ συνεπορεύθησαν μετ’ αὐτοῦ οἱ πρεσβύτεροι Ἰσραήλ.
καὶ ἐλάλησεν πρὸς τὴν συναγωγὴν Ἀποσχίσθητε ἀπὸ τῶν σκηνῶν τῶν ἀνθρώπων τῶν σκληρῶν τούτων, καὶ μὴ ἅπτεσθε ἀπὸ πάντων ὧν ἐστὶν αὐτοῖς, μὴ συναπόλησθε ἐν πάση τῇ ἀπαρτίᾳ ὑμῶν.
καὶ ἀπέστησαν ἀπὸ τῆς [*](13 εἰς γην] pr εις| γῆς ἧμας F* (om F1) 13 — 14 ἄρχων. εἰ καὶ AY AF (dcest interpunct in Β) 14 και 1o] + συ AY | γῆν] τὴν B (?) pr εἰ F | κλῆρον] καῖρον B 17 — 19 καὶ ἐπιθήσεται ἐπ’ αυτα...του μαρτυριου sup ras A1 17 θυμίαμα BabAJF 18 om καὶ ἐπέθηκαν ἐπ’ ἀυτὰ πυρ’ A1 | ἐπ’ ἀυτὰ] ἐπ’ αὐτὸ Bab Ι επιβαλαν F Ι επ αυτο] ἐπ’ ἀυτὰ B ab A1 F 19 επισυνεστησεν ἐπ’ αὐτοὺς] ο ἐπισυστήσας αὐτοὺς F | τὴν πάσαν αυτου] πάσαν αὐτοῦ τὴν Α1 Ι την θύραν] τὰς θύρας Α1 21 om ταύτης F* (hab F1 mg) 22 επεσαν] α sup ras B1 vid Ι θεὸς θεὸς] θέε θέε F | ὀργὴ] pr η Α 24 κορε] + καὶ Δαθαν και Αβειρων A 25 Αβιρων F 26 ὢν] ὅσα AF ἀπαρτία ὑμῶν] ἁμάρτια ἀυτῶν AF)
καὶ εἶπεν Μωυσῆς Ἐν τούτῳ γνώσεσθε ὅτι κύριος ἀπέστειλέν με ποιῆσαι πάντα τὰ ἔργα ταῦτα, ὅτι οὐκ ἀπ’ ἐμαυτοῦ·
εἰ κατὰ θάνατον πάντων ἀνθρώπων ἀποθανοῦνται οὗτοι, εἰ καὶ κατ’ ἐπίσκεψιν πάντων ἀνθρώπων ἐπισκοπὴ ἔσται αὐτῶν, οὐχὶ κύριος ἀπέσταλκέν με.
ἀλλ' ἢ ἐν φάσματι δείξει Κύριος, καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς καταπίεται αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ τὰς σκηνὰς αὐτῶν καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς, καὶ καταβήσονται ζῶντες εἰς ᾄδου, καὶ γνώσεσθε ὅτι παρώξυναν οἱ ἄνθρωποι οὗτοι τὸν κύριον.