Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

τῷ ἐνχωρίῳ ἐνχωρίῳ ἐν υἱοῖς Ἰσραὴλ καὶ τῷ κειμένῳ ἐν αὐτοῖς, νόμος εἷς ἔσται αὐτοῖς, ὃς ἂν ποιήση ἀκουσίως.

καὶ ψυχὴ ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας ἀπὸ τῶν αὐτοχθόνων ἢ ἀπὸ τῶν προσηλύτων, τόν θεὸν οὗτος παροξύνει· ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.

ὅτι τὰ ῥήματα κυρίου ἐφαύλισεν καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν· ἐκτρίψει ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη, ἡ ἁμαρτία αὐτῆς ἐν αὐτῇ.

Καὶ ἦσαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, καὶ εὗρον ἄνδρα συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων.

καὶ π προσήγαγον αὐτὸν οἱ εὑρόντες συλλέγοντα ξύλα τῇ ἡμέρα τῶν σαββάτων πρὸς Μωυσῆν καὶ Ἀαρὼν καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ.

καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακήν, οὐ γὰρ συνέκριναν τί ποιήσωσιν αὐτόν.

καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων Θανάτῳ θανατούσθω ὁ ἄνθρωπος· λιθοβολήσατε αὐτὸν λίθοις πᾶσα ἡ συναγωγή.

καὶ ἐξήγαγον αὐτὸν πᾶσα ἡ συναγωγὴ ἔξω τῆς παρεμβολῆς· καὶ ἐλιθοβόλησεν αὐτὸν πᾶσα ἡ συναγωγὴ λίθοις ἔξω τῆς παρεμβολῆς, καθὰ συνέταξεν Κύριος τῷ Μωυσῇ.

καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων

Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς, καὶ ποιησάτωσαν ἑαυτοῖς κράσπεδα ἐπὶ τὰ πτερύγια τῶν ἱματίων αὐτῶν εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐπιθήσετε ἐπὶ τὰ κράσπεδα τῶν πτερυγίων κλῶσμα ὑακίνθινον.

καὶ ἔσται ὑμῖν ἐν τοῖς κρασπέδοις, καὶ ὄψεσθε αὐτά, καὶ μνησθήσεσθε πασῶν τῶν ἐντολῶν Κυρίου καὶ ποιήσετε αὐτάς, καὶ οὐ διακατα [*](26 πάσαν συναγωγὴν] πάσα η συβαγωγη Α πάση συναγωγὴ F | τὼ AF προσκειμένῳ] καὶ τὼ προσπορευομένῳ Α τὼ προσπορ. F 28 πέρι αυτου] † καὶ ἀφεθήσεται ἀυτῶ Α 29 αυτοις 2 o] pr ἐν F | ἀν’] ἔαν F 30 ποιησει] pr ἔαν F * υπερηφανιας F 1 mg vid) | ἐξολεθρευθήσεται] pr καὶ AF 31 τὰ ῥήματα] τὸ ῥῆμα BabAF | η ἁμάρτια] om η Bab 32 τῆ ἥμερα] pr ἐν Α | τῶν σαββατων] του σαββατου AF 33 συλλέγοντα συλλεγοντες B* corr Bab) ξύλα τῆ ἠμ’. τῶν σαββ.] αὐτὸν συλλέγοντα τὰ ξύλα Α αὐτὸν F 34 αὐτὸν 2 o] ἀυτῶ AF 35 λίθοις] pr εν Α 36 ελιθοβολησαν AF | om πάσα η σὺν. λίθοις ἔξω τῆς παρεμβολης F | λιθοις] pr εν Α συνέταξεν] ἐλάλησεν AF Ι τὼ Μωυση] πρὸς Μωυσην AF 38 επιθησεται Α)

290
[*](B) στραφήσεσθε ὀπίσω τῶν διανοιων ὑμῶν καὶ τῶν ὀφθαλμῶν ἐν οἷς ἐκπορνεύετε ὀπίσω αὐτῶν·

ὅπως ἂν μνησθῆτε καὶ ποιήσητε πάσας τὰς ἐντολάς μου, καὶ ἔσεσθε ἅγιοι τῷ θεῷ ὑμῶν.