Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

νόμος εἷς ἔσται κα δικαίωμα ἱν ἔσται καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν ὺμῖν.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἐν τῷ εἰσπορεύεσθαι ὑμᾶς εἰς τὴν γῆν εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ,

καὶ ἔσται ὅταν ἔσθητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς, ἀφελεῖτε ἀφαίρεμα ἀφόρισμα Τυρίῳ·

ἀπαρχὴν φυράματος ὑμῶν ἄρτον ἀφαίρεμα ἀφοριεῖτε αὐτό· ὡς ἀφαίρεμα ἀπὸ ἅλω, οὕτως ἀφελεῖτε αὐτόν,

ἀπαρχὴν φυράματος ὑμῶν· καὶ δώσετε Τυρίῳ ἀφαίρεμα εἰς τὰς γενεὰς ὑμῶν.

Ὃταν δὲ διαμάρτητε καὶ μὴ ποιήσητε πάσας τὰς ἐντολὰς ταύτας ἃς ἐλάλησεν κύριος πρὸς Μωυσῆν,

καθὰ συνέταξενύριος Κύριος πρὸς ὑμᾶς ἐν χειρὶ (??) ἀπὸ τῆς ἡμέρας ἧς συνέταξεν κύριος πρὸς ὑμᾶς καὶ ἐπέεἰς τὰς γενεὰς ὑμῶν·

καὶ ἔσται ἐὰν ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς γενηθῇ ἀκουσίως, καὶ ποιήσῃ πᾶσα ἡ συναγωγὴ μόσχον ἕνα ἐκ βοῶν ἄμωμον εἰς ὁλοκαύτωμα εἰς ὀσμὴν εὐωδίας κυρίῳ, καὶ θυσίαν τούτου καὶ σπονδὴν αὐτοῦ κατὰ τὴν σύνταξιν, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας.

καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεύς, περὶ πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ, καὶ ἀφεθήσεται αὐτοῖς· ὅτι [*](AF) [*](9 ἀναπεποιημένης] ἀναπεφυραμένης AF I ἥμισυ] ἡμίσει F 10 καρπωμα] pr καὶ οἶνον εἰς σπονδὴν τὸ ἥμισυ ἡμίσει F) του εἰν ἱν AF) AF | οσμην] ὀσμὴ F 12 ὢν ἔαν] ὂν Α | ποιησητε] ποιῆτε F Ι οὕτως AF 14 ’πὸ σεῖ 1° BF1] ποιήση Α ποίησεν (sic) F* 15 om ἔσται 1° BabF pr τὰς AF j ἔναντι εναυτι A)] ἐνάντιον F 16 ἔσται 2°] + υμιν BabAF τὼ προσηλ.] πρῴ (sic) προσηλ. Α 19 ἀφελεῖτε αφαιλειτε F1)] ἀφ’· ῥεῖτε F* | κυρίω] pr τὼ AF 20 ἀπάρχων Α | αφοριειται F | αὐτὸ] αὖ· F Ι ἄλω] ἅλωνος AF 21 ἀπαρχὴν] ἄρτον ἀπαρχῆς Α Ι Kupiw] pr τὸ F 22 διαμάρτητε] διαμαρτυρητε Α 23 πρὸς ὑμὰς iu] υμιν AF 24 γενηθη τῆς συναγωγης F | ποιήσει BabA | σύνταξιν] + αὐτοῦ AF 25 om Trepi αὐτοῦ BabAF)

289
ἀκούσιόν ἐστιν· καὶ αὐτοὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν κάρπωμα Κυρίῳ [*](B) περὶ τῆς ἁμαρτίας αὐτῶν ἔναντι κυρίου περὶ τῶν ἀκουσίων αὐτῶν.

καὶ ἀφεθήσεται κατὰ πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ καὶ τῷ π προσηλύτῳ τῷ προσκειμένῳ πρὸς ὑμᾶς, ὅτι παντὶ τῷ λαῷ ἀκούσιον.

ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως, προσάξει αἶγα μίαν ἐνιαυσίαν περὶ ἁμαρτίας·

κία ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ψυχῆς τῆς ἀκουσιασθείσης καὶ ἁμαρτούσης ἀκουσίως ἔναντι κυρίου, ἐξιλάσασθ αὐτοῦ.

τῷ ἐνχωρίῳ ἐνχωρίῳ ἐν υἱοῖς Ἰσραὴλ καὶ τῷ κειμένῳ ἐν αὐτοῖς, νόμος εἷς ἔσται αὐτοῖς, ὃς ἂν ποιήση ἀκουσίως.

καὶ ψυχὴ ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας ἀπὸ τῶν αὐτοχθόνων ἢ ἀπὸ τῶν προσηλύτων, τόν θεὸν οὗτος παροξύνει· ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.

ὅτι τὰ ῥήματα κυρίου ἐφαύλισεν καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν· ἐκτρίψει ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη, ἡ ἁμαρτία αὐτῆς ἐν αὐτῇ.

Καὶ ἦσαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, καὶ εὗρον ἄνδρα συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων.

καὶ π προσήγαγον αὐτὸν οἱ εὑρόντες συλλέγοντα ξύλα τῇ ἡμέρα τῶν σαββάτων πρὸς Μωυσῆν καὶ Ἀαρὼν καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ.

καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακήν, οὐ γὰρ συνέκριναν τί ποιήσωσιν αὐτόν.

καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων Θανάτῳ θανατούσθω ὁ ἄνθρωπος· λιθοβολήσατε αὐτὸν λίθοις πᾶσα ἡ συναγωγή.