Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων

Λάλησον τοῖς υἱοῖς ’l καὶ ἐρεῖς πρὸς αὐτούς Ὃταν εἰσέλθητε εἰς τὴν γῆν τῆς ὑμῶν ἣν ἐγὼ δίδωμι ὑμῖν,

καὶ ποιήσεις ὁλοκαυτώματα Κυρίῳ, ὀλοκάρπωμα ἢ θυσίαν, μεγαλῦναι εὐχὴν ἢ καθ’ ἑκούσιον, ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν ποιῆσαι ὀσμὴν εὐωδίας Κυρίῳ, εἰ μὲν ἀπὸ τῶν βοῶν ἢ ἀπὸ τῶν προβάτων·

καὶ προσοίσει ὁ προσφέρων τὸ δῶρον αὐτοῦ κυρίῳ, θυσίαν σεμιδάλεως, δέκατον τοῦ οἰφί, ἀναπεποιημένης ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ εἵν·

καὶ οἶνον εἰς σπονδὴν τὸ τέταρτον τοῦ εἳν ποιήσετε ἐπὶ τῆς ὁλοκαυτώσεως ἢ ἐπὶ τῆς θυσίας· τῷ ἀμνῷ τῶ ἑνὶ ποιήσεις τοσοῦτο, κάρπωμα, ὀσμὴν εὐωδίας τῷ κυρίῳ.