Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἓως τίνος τὴν συναγωγὴν τὴν πονηρὰν ταύτην ; αὐτοὶ γογγύζουσιν ἐναντίον ἐμοῦ· τὴν γόγγυσιν τῶν υἱῶν Ἰσραήλ, ἣν ἐγόγγυσαν περὶ ὑμῶν, ἀκήκοα.

εἰπὸν αὐτοῖς Ζῶ ἐγώ, λέγει κύριος, εἰ μὴν ὃν τρόπον λελαλήκατε εἰς τὰ ὦτά μου, οὕτως ποιήσω ὑμῖν·

ἦέν τῇ ἐρήμῳ ταύτῃ πεσεῖται τὰ κῶλα ὑμῶν καὶ πᾶσα ἡ ἐπισκοπὴ ὑμῶν καὶ οἱ κατηριθμημένοι ὑμῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὅσοι ἐγόγγυσαν ἐπ’ ἐμοί·

εἰ ὑμεῖς εἰσελεύσεσθε εἰς τὴν γῆν ἐφ’ ἢν ἐξέτεινα τὴν χεῖρά μου κατασκηνῶσαι ὑμᾶς ἐπ’ αὐτῆς, ἁλλ’ ἢ Χαλὲβ υἱὸς ἡ καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.

καὶ τὰ παιδία ἃ εἴπατε ἐν διαρθαι, θαι, εἰσάξω εἰς τὴν γῆν, καὶ κληρονομήσουσιν τὴν γῆν ἢν ὑμεῖς ἀπέστητε ἀπ’ αὐτῆς.

καὶ τὰ κῶλα ὑμῶν πεσεῖται ἐν τῇ ἐρήμῳ ταύτῃ·

οἱ δὲ υἱοὶ ὑμῶν ἔσονται νεμόμενοι ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἔτη, καὶ ἀνοίσουσιν τὴν πορνείαν ὑμῶν ἕως ἀναλωθῇ τὰ κῶλα ὑμῶν ἐν τῇ ἐρήμῳ.

κατὰ τὸν ἀριθμὸν τῶν ἡμερῶν ὅσας κατεσκέψασθε τὴν γῆν, τεσσεράκοντα ἡμέρας, ἡμέραν τοῦ ἐνιαυτοῦ, λήμψεσθε τὰς ἁμαρτίας ὑμῶν τεσσεράκοντα ἔτη, καὶ γνώσεσθε τὸν θυμὸν τῆς ὀργῆς μου.

ἐγὼ Κύριος ἐλάλησα, εἰ μὴ οὕτως ποιήσω τῇ συναγωγῇ τῇ πονηρᾷ ταύτῃ τῇ ἐπισυνεσταμένῃ ἐπ’ ἐμέ· ἐν τῆ ἐρήμῳ ταύτῃ ἐξαναλωθήσονται καὶ ἐκεῖ ἀποθανοῦνται.

καὶ οἱ ἂνθρωποι οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν, καὶ παραγενηθέντες διεγόγγυσαν κατ’ αὐτῆς πρὸς τὴν συναγωγὴν ἐξενέγκαι ῥήματα πονηρὰ περὶ τῆς γῆς,