Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐξῆραν οἱ υἱοὶ Ἰσραὴλ σὺν ἀπαρτίαις αὐτῶν ἐν τῇ ἐρήμῳ Σεινά. καὶ ἔστη ἡ νεφέλη ἐν τῇ ἐρήμῳ τοῦ Φαράν.

καὶ ἐξῆραν πρῶτοι διὰ φωνῆς κυρίου ἐν χειρὶ Μωυσῆ.

καὶ ἐξῆραν τάγμα παρεμβολῆς υἱῶν Ἰούδα πρῶτοι σὺν δυνάμει αὐτῶν, καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ναασσὼν υἱὸς Ἀμειναδάβ·

καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ἰσσαχὰρ Ναθαναὴλ υἱὸς Σεγάρ·

καὶ ἐπὶ τῆς δυνάμεως υἱῶν Ζαβουλὼν Ἐλιὰβ υἱὸς Χαιλών·

καὶ καθελοῦσιν τὴν σκηνὴν καὶ ἐξαροῦσιν οἱ υἱοὶ Γεδσὼν καὶ οἱ υἱοὶ Μεραρεί, αἴροντες τὴν σκηνήν.

Καὶ ἐξῆραν τάγμα παρεμβολῆς Ῥουβὴν σὺν δυνάμει αὐτῶν, καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ελισοὺρ υἱὸς Σεδιούρ·

καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Συμεὼν Σαλαμιὴλ υἱὸς Σουρισαδαί.

καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Γὰδ Ἐλεισὰφ ὁ τοῦ Ῥαγουήλ.

καὶ ἐξαροῦσιν οἱ υἱοὶ Καὰθ αἴροντες τὰ ἅγια, καὶ στήσουσιν τὴν σκηνὴν ἕως παραγένωνται.

καὶ ἐξαροῦσιν τάγμα παρεμβολῆς Ἐμιούδ· σὺν δυνάμει αὐτῶν· ἐπὶ τῆς δυνάμεως αὐτῶν Ἐλισαμὰ υἱὸς Ἐμιούδ·

καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Μανασσὴ Γαμαλιὴλ ὁ τοῦ Φαδασσούρ·

καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Βενιαμεὶν Ἀβειδὰν ὁ τοῦ Γαδεωνεί.

Καὶ ἐξαροῦσιν τάγμα σὺν δυνάμει [*](6 om πρὸς BabAF 9 σημανεῖτε] σαλπιεῖτε Α 12 Σεινα] Σίνα AF Bb του Σίνα AF 14 υιων] pr τῶν Α om F Ι Αμειναδαβ] Αμιναδαβ Α Αβιναδαβ F 16 Χελων F 17 Μεραρι AF 20 Ελισαφ AF 22 ἔπι τῆς δὺν.] pr καὶ BabAF Ι Εμιουδ] Σεμιουδ F 23 Μαννασση Α 24 Αβιδαν AF Ι ο του] ὑὸς Α Ι Γαδεωνι AF)

278
[*](B) ἐπὶ τῆς δυνάμεως αὐτῶν Ἀχιέζερ ὁ τοῦ Ἀμεισαδαί.

καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ἁσὴρ Φαγαιὴλ υἱὸς Ἐχράν·