Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Μανασσὴ δύο καὶ τριάκοντα χιλιάδες καὶ τριακόσιοι.

τοῖς υἱοὶς Βενιαμεὶν κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει·

ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Βενιαμεὶν πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι.

Τοῖς υἱοῖς Γὰδ κατὰ αυγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει·

ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Γὰδ πέντε καὶ τεσσεράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα.

Τοῖς υἱοῖς Δὰν κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν σὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει·

ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Δὰν δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι.

Τοῖς υἱοῖς Ἀσὴρ κατὰ αυγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει·

ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἀσὴρ μία καὶ τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι.

Τοῖς υἱοῖς Νεφθαλεὶ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῆ δυνάμει· [*](32 Μαννασση Α | om κάτα ἀριθμὸν ὂν. ἀυτῶν Β* (hab Babmsinf) AF 33 Μαννασση Α Ι τριακόσιοι] διακόσιοι AF 35 τῆς φυλης] om τῆς F* (superscr Flvid) 36 κεφαλὴν] κε sup ras A 1?s? 38 κατ’ οἴκοις F* κατ’ οἴκους F1) 39 ἑπτακόσιοι] ἑξακόσιοι F 40 πατρίων ἀυτῶν sup ras pi litt Aa 42 Νεφθαλι Α)

254
[*](B)

ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Νεφθαλεὶ τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.

Αὕτη ἡ ἐπίσκεψις ἢν ἐπεσκέψαντο Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ ἄρχοντες Ἰσραήλ, δώδεκα ἄνδρες· ἀνὴρ εἷς κατὰ φυλὴν μίαν, κατὰ φυλὴν οἴκων πατριᾶς ἦσαν.

καὶ ἐγένετο πᾶσα ἡ ἐπίσκεψις υἱῶν Ἰσραὴλ ἐν δυνάμει αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ἰσραήλ,

ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα.