Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

τῶν Ἀσὴρ Φαγαιὴλ υἱὸς Ἐχράν·

τῶν Γὰδ Ἐλεισὰφ υἱὸς Ῥαγουήλ·

τῶν Νεφθαλεὶ Ἀχειρὲ υἱὸς Αἰνάν.

οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς ἄρχοντες τῶν φυλῶν κατὰ πατριάς, χιλίαρχοι Ἰσραήλ εἰσιν.

καὶ [*](Ι 1 τη Σινα Σίνα BbAF)] om τῆ F* (hab F1 mg) | δευτέρου 1°] † ἐν η του μαρτυρίου F* (om F1) Ι δευτέρου 2°] pr του F 2 Ισραηλ] ὑιῶν AF Ι συγγενιας] † ἀυτῶν AF f πατρίων] † ἀυτῶν AF Ι ὀνόματος] ονοματων F † ἀυτῶν AF 3 ἐκπορευομένους A* (impr υ 2° Α?) | 1° Bab A σθαι B* vid F): 2°, BbF σθαι Β* Α) 4 ἕκαστος] † ἕκαστος φυλὴν] κεφαλὴν F | om καὶ 2° BabAF 5 τῶν ὑιῶν Ρουβην] τῶν BabF τὼ Ρουβην Α | Ελισουρ AF Ι ὑίος Σ̓εδιουρ] ὑίος Εδιουρ Α om F* (hab ὑίος Σεδιουρ [? Εδιουρ] F1) 6 τὼ Συμέων Α Ι Σουρισαδαι AF 7 τὼ Ιουδα Α | Ναασσων AF | Αμιναδαβ Α Αμιναδαμ F 8 τὼ Ισσ. Α? 9 τὼ Ζαβ. Α? | Ελισαμα AF Ι Σεμιουδ AF 10 Μαννασση Α Ι Φαδασσουρ AF 11 Αβιδαν Α | Γαδεωνι AF 12 Αμισαδαι AF 14 Ελισαφ AF 15 Νεφθαλι Α Ι Αχιρε AF 16 πατρίας] † ἀυτῶν AF)

252
[*](Β) ἔλαβεν Μωυσῆς καὶ Ἀαρὼν τοὺς ἄνδρας τούτους τοὺς ἄνα ἐξ ὀνόματος,

καὶ πᾶσαν τὴν συναγωγὴν συνήγαγον ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους, καὶ ἐπηξονοῦσαν κατὰ γενέσεις αὐτῶν, κατὰ πατριὰς αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶν ἀρσενικὸν κατὰ κεφαλὴν αὐτῶν,

ὃν τρόπον συνέταξεν Κύριος τῷ Μωυσῇ· καὶ ἐπεσκέπησαν ἐν τῇ ἐρήμῳ τῇ Σεινά.

Καὶ ἐγένοντο οἱ υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραὴλ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει·

ἡ ἐπισκοπὴ αὐτῶν ἐκ τῆς φυλῆς Ῥουβὴν ἓξ καὶ τεσσεράκοντα χιλιάδες καὶ φ΄.

Τοῖς υἱοῖς Συμεὼν κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει·

ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Συμεὼν ἐννέα καὶ πεντήκοντα χιλιάδες κα τριακόσιοι.

Τοῖς υἱοῖς Ἰούδα κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὁ αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκο καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει·

ἡ ἑπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἰούδα τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι.

Τοῖς υἱοῖς υἱοῖς Ἰσσαχὰρ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει·