Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

KAI ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σεινά, ἐν [*](B) ῇ τοῦ μαρτυρίου, ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, λέγων

Λάβετε ἀρχὴν πάσης συναγωγῆς Ἰσραὴλ κατὰ συγγενίας, κατ’ οἴκους πατριῶν, κατὰ ἀριθμὸν ἐξ ὀνόματος, κατὰ κεφαλὴν αὐτῶν·

πᾶς ἄρσην ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ἰσραήλ, ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν· σὺ καὶ Ἀαρὼν ἐπισκέψασθε αὐτούς.

καὶ μεθ’ ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων· καὶ κατ’ οἴκους πατριῶν ἔσονται.

καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἵτινες παραστήσονται μεθ’ ὑμῶν· τῶν υἱῶν Ῥουβὴν Ἐλεισοὺρ υἱὸς Σεδιούρ·

τῶν Συμεὼν Σαλαμιὴλ υἱὸς Σουρεισαδαί·

τῶν Ἰούδα Νασσὼν υἱὸς Ἀμειναδάβ·

τῶν Ἰσσαχὰρ Ναθαναὴλ υἱὸς Σωγάρ ·

τῶν Ζαβουλὼν Ἐλιὰβ υἱὸς Χαιλών· τῶν υἱῶν Ἰωσήφ, τῶν Ἐφράιμ Ἐλεισαμὰ υἱὸς Ἐμιούδ,

τῶν Μανασσὴ Γαμαλιὴλ υἱὸς Φαδασούρ·

τῶν Βενιαμεὶν Ἀβειδὰν υἱὸς Γεδεωνεί·

τῶν Δὰν Ἀχιέζερ υἱὸς Ἀμεισαδί·

τῶν Ἀσὴρ Φαγαιὴλ υἱὸς Ἐχράν·

τῶν Γὰδ Ἐλεισὰφ υἱὸς Ῥαγουήλ·