Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐπέθηκεν ἐπ’ αὐτὴν τὸ λόγιον, καὶ ἐπέθηκεν ἐπὶ τὸ λόγιον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν·

καὶ ἐπέθηκεν τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπέθηκεν ἐπὶ τὴν μίτραν κατὰ πρόσωπον αὐτοῦ τὸ πέταλον τὸ χρυσοῦν τὸ καθηγιασμένον ἅγιον, ὅν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.

καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως,

καὶ ἔρανεν ἀπ’ ἐπὶ τὸ θυσιαστήριον ἑπτάκις. (10b)καὶ ἔχρισεν τὸ θυσιαστήριον καὶ ἡγίασεν αὐτό, καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ, καὶ ἡγίασεν αὐτά· καὶ ἔχρισεν τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ ἡγίασεν αὐτήν.

καὶ ἐπέχεεν Μωσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως ἐπὶ τὴν κεφαλὴν Ἀαρών, καὶ ἔχρισεν αὐτὸν καὶ ἡγίασεν αὐτόν.

καὶ π ροσήγαγεν Μωυσῆς τοὺς υἱοὺς καὶ ἐνέδυσεν αὐτοὺς χιτῶνας καὶ ἔζωσεν αὐτοὺς ζώνας καὶ περιέθηκεν αὐτοῖς κιδάρεις, καθάπερ συνέταξεν Κύριος τῷ Μωυσῇ.

καὶ προσήγαγεν Μωυσῆς τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ ἐπέθηκεν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας.