Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Μωυσῆς πρὸς Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ Ἑψήσατε τὰ κρέα ἐν τῆ αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τόπῳ ἁγίῳ, καὶ ἐκεῖ φάγεσθε αὐτὰ καὶ τοὺς ἄρτους ἐν τῷ κανῷ τῆς τελειώσεως, ὃν τρόπον συντέτακταί μοι λέγων Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ φάγονται ταῦτα·

καὶ τὸ καταλειφθὲν τῶν κρεῶν καὶ τῶν ἄρτων ἐν

καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἑπτὰ ἡμέρας, ἕως ἡμέρα πληρωθῇ τελειώσεως ὑμῶν· ἑπτὰ γὰρ ἡμέρας τελειώσει τὰς χεῖρας ὑμῶν,

καθάπερ ἐποίησεν ἐν τῆ ταύτῃ ᾗ ἐνετείλατο κύριος τοῦ ποιῆσαι ὥστε ἐξιλάσασθαι περὶ ὑμῶν.

καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἡμέρας, ἡμέραν καὶ νύκτα· φυλάξεσθε τὰ φυλάγματα κυρίου, ἵνα ἀποθάνητε· οὕτως γὰρ ἐνετείλατό μοι κύριος ὁ θεός.

καὶ ἐποίησεν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ πάντας τοὺς λόγους οὓς συνέταξεν Κύριος τῷ Μωσῇ.

Καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐκάλεσεν Μώσης Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὴν γερουσίαν Ἰσραήλ.

καὶ εἶπεν Μωυσῆς πρὸς Ἀαρών λάβε σεαυτῷ μοσχάριον ἁπαλὸν ἐκ βοῶν περὶ ἁμαρτίας καὶ κριὸν εἰς ὁλοκαύτωμα, ἄμωμα, καὶ προσένεγκε αὐτὰ ἔναντι κυρίου·

καὶ τῇ γερουσίᾳ Ἰσραὴλ λάλησον λέγων Λάβετε χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, καὶ μοσχάριον καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρ- [*](28 Μωυσης AF (bis) | om ο ἐστιν F 29 Μωυσης AF | αὐτὸ] τὸ Α | AF ο] Μωυση Α Μωυσης F | Μωση 2°] Μωυση AF 30 B ab AF | τὰς στολὰς 1°] pr ἔπι F | τοὺς υἵους] pr ἔπι F | του Α | Ααρων] pr ’τον F | τὰς στολὰς ο] pr ἔπι F | αὐτοῦ 3°] + Ααρων καὶ τὰς στολὰς αὐτοῦ καὶ τοὺς υἵους αὐτοῦ καὶ τὰς στολὰς τῶν αὐτοῦ B ab mg sup F (om B*A) 31 ἐν τὼ κάνω] pr τοὺς BabAF | ταύτα] ἀυτα B ? F 32 κατακαυθήσεται] κατακαύσατε F 33 θυσίας B* | ἥμερα] ἡμέρας Α | τελειώσεως] pr ἥμερα B ab F 34 ἐποίησεν· F | om η F | του] τοῦτο F 35 ἡμέραν καὶ νύκτα] ἡμέρας καὶ νύκτας Α | φυλάξεσθε] φυλάξασθε Α κα φυλάξασθε F | ἐνετείλατο] ἐντέταλται F | om ο θεὸς F 36 Μωυση AF ΙΧ 1 Μωυσης AF 2 om ἄπαλον B ab AF | προσενέγκοι F 3 λάλησον] λαλήσεις F | καὶ μοσχ.] Pr καὶ κριὸν F | εἶ ολοκαρπ. ἐνιαύσιον Α)

204
[*](B) πωσιν, ἄμωμα,

καὶ μόσχον καὶ κριὸν εἰς θυσίαν σωτηρίου ἔναντι Τυρίου, καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίω· ὅτι σήμερον Κύριος ὀφθήσεται ἐν ὑμῖν.

καὶ ἔλαβον καθὸ ἐνετείλατο Μωυσῆς ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ προσῆλθεν πᾶσα συναγωγή, καὶ ἔστησαν ἔναντι κυρίου.

καὶ εἶπεν Μωσῆς τοῦτο τὸ ῥῆμα ὃ εἶπεν ποιήσατε, καὶ ὀφθήσεται ἐν ὑμῖν δόξα κυρίου.

καὶ εἶπεν τῷ Ἀαρών Πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά σου, καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου· καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ, καὶ ἐξίλασαι περὶ αὐτῶν, καθάπερ ἐνετείλατο κύριος τῷ Μωυσῇ.

καὶ προσῆλθεν Ἀαρὼν πρὸς τὸ θυσιαστήριον, καὶ ἔσφαξεν τὸ μοσχάριον τὸ περὶ τῆς ἁμαρτίας·

καὶ προσήνεγκαν οἱ υἱοὶ Ἀαρὼν τὸ αἷμα πρὸς αὐτόν, καὶ ἔβαψεν τὸν δάκτυλον εἰς τὸ αἷμα καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου, καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου·

καὶ τὸ στέαρ καὶ τοὺς νεφροὺς καὶ τὸν λοβὸν τοῦ ἥπατος τοῦ περὶ τῆς ἁμαρτίας ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον, ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωσῇ·

καὶ τὰ κρέα καὶ τὴν βύρσαν κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τῆς παρεμβολῆς.