Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἀλλ’ ἔσται ὁ ἀγρὸς ἐξεληλυθυίας τῆς ἀφέσεως ἅγιος τῷ κυρίῳ, ὥσπερ ἡ γῆ ἡ ἀφωρισμένη τῷ ἱερεῖ ἔσται κατάσχεσις.

ἐὰν δὲ ἀπὸ τοῦ ἀγροῦ οὗ κέκτηται, ὃς οὐκ ἔστιν ἀπὸ τοῦ ἀγροῦ τῆς κατασχέσεως αὐτοῦ, ἁγιάσει τῷ κυρίῳ,

λογιεῖται πρὸς αὐτὸν ὁ ἱερεὺς τὸ τέλος τῆς τιμῆς ἐκ τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως, καὶ ἀποδώσει τὴν τιμὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἅγιον τῷ κυρίῳ·

καὶ ἐν τῷ ἐνιαυτῷ τῆς ἀφέσεως ἀποδοθήσεται ὁ ἀγρὸς τῷ ἀνθρώπῳ παρ’ οὗ κέκτηται αὐτόν, οὗ ἦν ἡ κατάσχεσις τῆς γῆς.

καὶ πᾶσα τιμὴ ἔσται σταθμίοις ἁγίοις· εἴκοσι ὀβολοὶ ἔσται τὸ δίδραχμον.

Καὶ πᾶν πρωτότοκον ὃ ἂν γένηται ἐν τοῖς κτήνεσίν σου ἔσται τῷ κυρίῳ, καὶ οὐ καθαγιάσει οὐθεὶς αὐτό, ἐάν τε μόσχον ἐάν τε πρόβατον· τῷ κυρίῳ ἐστίν.

ἐὰν δὲ τῶν [*](12 τιμηθησεται] τιμήσεται AF † αὐτὸ F 13 αὐτὸν] αὐτὸ BabAF AF 14 ἁγιάσει Α | τὴν οἰκίαν] om τὴν F Ι ἁγίαν] ἄγιον Α | ἀν’ 2°] ἔαν F Ι 2°] τιμήσηται F 15 ο ἁγιάσας] om ο F* (superscr F1) Ι λυτρωσητε Α Ι om τῆς τιμης Α 16 τῆς κατα|σχεως αυτης| κατασχέσεως αὐτοῦ F* (om κατασχεως ἀύτης F1) | ἁγιάσει F 19 λυτρῶται] λυτρουται Α pr λυτρούμενος F Ι ἀγοράσας] ἁγιάσας BabAF 20 om κα αποδωται ’τον Β* (hab Babmg AF) | λυτρώσεται Α 21 αγιος] † αἴνετος F | om η 2 τασχεσις BabAFJ κατασχέσεως Β* † αὐτοῦ F 22 ἄπο 2°] ἐκ F η Ba?b A 23 αγιον] αγια F 26 αν] ἔαν AF | ου καθαγιασει] ει F | om αὐτὸ Α | ἔαν τε πρόβατον ἔαν τε μόσχον F 27 τὼ τετρα- F* των τετρ. F1))

250
[*](B) τετραπόδων τῶν ἀκαθάρτων , ἀλλάξει κατὰ τὴν τιμὴν αὐτοῦ καὶ προσθήσει τὸ ἐπίπεμπτον πρὸς αὐτό, καὶ ἔσται αὐτῷ. ἐὰν δὲ μὴ λυτρῶται, πραθήσεται κατὰ τὸ τίμημα αὐτοῦ.

Πᾶν δὲ ἀνάθεμα ὃ ἐὰν ἀναθῇ ἄνθρωπος τῷ κυρίῳ ἀπὸ πάντων ὅσα αὐτῷ ἐστιν, ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἀπὸ ἀγροῦ κατασχέσεως αὐτοῦ, οὐκ ἀποδώσεται οὐδὲ λυτρώσεται· πᾶν όνάθεμα ἅγιον ἁγίων ἔσται τῷ κυρίῳ.

καὶ πᾶν ὃ ἐὰν ἀνατεθῇ ἀπὸ τῶν ἀνθρώπων οὐ λυτρωθήσεται, ἀλλὰ θανάτω θανατωθήσεται.

Πᾶσα δεκάτη τῆς γῆς, ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ τοῦ καρποῦ τοῦ ξυλίνου, τῷ κυρίῳ ἐστίν· ἅγιον τῷ κυρίῳ.

ἐὰν δὲ λυτρῶται λύτρῳ ἄνθρωπος τὴν δεκάτην αὐτοῦ, τὸ ἐπίπεμπτον πρὸς αὐτό, καὶ ἔσται αὐτῷ.

καὶ πᾶσα δεκάτη βοῶν αἰ πᾶν ὃ ἐὰν ἔλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ῥάβδον, τὸ δέκατον ἔσται ἄγιον τῷ κυρίῳ.

οὐκ ἀλλάξεις καλὸν πονηρῷ· ἐὰν δὲ ἀλλάσσων ἀλλάξῃς αὐτό, καὶ τὸ ἄλλαγμα αὐτοῦ ἔσται ἅγιον· οὐ λυτρωθήσεται.

Αὗταί εἰσιν αἱ ἐντολαὶ ἃς ἐνετείλατο Κύριος τῷ Μωυσῇ πρὸς τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ὄρει Σεινά.

[*](AF 27 τὸ ἐπίπεμπτον] † αὐτοῦ F 29 καὶ πὰν] † ἀνάθεμα F Ι om οὐ Β* (hab Ba?b) Ι λυτρωθησεται] λυτρώσεται Α 30 του κάρπου] pr ἄπο F Ι ἄγιον] ἀγίων Α 31 λυτρῶται λυτρῶ] λυτρούμενος λυτρῶται F | τὸ επιαυτου † αὐτοῦ F 32 ελθη] διέλθῃ F | τὼ αρυθμω] om τὼ F 33 αλαυτο † F Ι κάλον πονηρὼ] † οὐδὲ πόνηρον κάλω F Ι αλλαξης] ἀλλάξεις Α 34 Σινα Bb AF Subscr Λευειτικον Β* Λευιτικὸν BbF)