Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν, καὶ ἐπισυστήσω ἐφ’ ὑμᾶς τὴν ἀπορίαν τήν τε ψώραν καὶ τὸν ἴκτερα καὶ σφακελίζοντας τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ τὴν ψυχὴν ὑμῶν ἐκτήκουσαν· καὶ σπερεῖτε διὰ κενῆς τὰ σπέρματα ὑμῶν καὶ ἔδονται οἱ ὑπεναντίοι ὑμῶν.

καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ’ ὑμᾶς, καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν, καὶ διώξονται ὑμᾶς οἱ μισοῦντες ὑμᾶς, καὶ φεύξεσθε οὐθενὸς διώκοντος ὑμᾶς.

καὶ ἐὰν ἕως τούτου μὴ ὑπακούσητέ μου, καὶ προσθήσω τοῦ παιδεῦσαι ὑμᾶς ἑπτάκις ἐπὶ ταῖς ἁμαρτίαις ὑμῶν·

καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν, καὶ θήσω τὸν οὐρανὸν ὑμῖν σιδηροῦν καὶ τὴν γῆν ὑμῶν ὡσεὶ χαλκῆν.

καὶ ἔσται εἰς κενὸν ἡ ἰσχὺς ὑμῶν, κα οὐ δώσει ἡ γῆ ὑμῶν τὸν σπόρον αὐτῆς, καὶ τὸ ξύλον τοῦ ἀγροῦ ὑμῶν οὐ δώσει τὸν καρπὸν αὐτοῦ.

καὶ ἐὰν μετὰ ταῦτα πορεύησθε πλάγιοι καὶ μὴ βούλησθε ὑπακούειν μου, προσθήσω ὑμῖν πληγὰς ἑπτὰ κατὰ τὰς ἁμαρτίας ὒ

καὶ ἀποστέλλω ἐφ’ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς καὶ κ ὑμᾶς καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποήσω ὑμᾶς, καὶ ἐρημωθήσονται αἱ ὁδοὶ ὑμῶν.

καὶ ἐπὶ τούτοις ἐὰν μὴ παιδευἀλλὰ πορεύησθε πρὸς μὲ πλάγιοι,

πόρε πορεύσομαι κἀγὼ μεθ’ ὑμῶν ᾦ πλαγίῳ, καὶ πατάξω ὑμᾶς κἀγὼ ἑπτάκις ἀντὶ τῶν ἁμαρτιῶν

καὶ ἐπάξω ἐφ’ ὑμᾶς μάχαιραν ἐκδικοῦσαν δίκην διαθήκης, καὶ καταφεύξεσθε εἰς τὰς πόλεις ὑμῶν· καὶ ἐξαποστελῶ θάνατον εἰς ὑμᾶς, καὶ παραδοθήσεσθε εἰς χεῖρας ἐχθρῶν.

ἐν τῷ θλίψαι ὑμᾶς σιτοδείᾳ ἄρτων, καὶ πέψουσιν δέκα γυναῖκες τοὺς ἄρτους ὑμῶν ἐν κλιβάνῳ ἑνί, καὶ ἀποδώσουσιν τοὺς ἄρτους ὑμῶν ἐν σταθμῷ· καὶ φάγεσθε καὶ οὐ μὴ ἐμπλησθῆτε.

᾿Εὰν δὲ ἐπὶ τούτοις μὴ ὑπακούσητέ μου καὶ πορεύησθε πρὸς μὲ πλάγιοι,

καὶ αὐτὸς πορεύσομαι μεθ’ ὑμῶν ἐν θυμῷ πλαγίῳ, καὶ παιδεύσω ὑμᾶς ἐγὼ ἑπτάκις κατὰ τὰς ἁμαρτίας ὑμῶν·

καὶ φάγεσθε τὰς σάρκας τῶν υἱῶν ὑμῶν, [*](AF 15 τοῖς κρίμασιν] om τοῖς F | διασκεδασαι] + ὑμὰς F 16 om τε F ἴκτερον AF | om καὶ 4° B ab F (hab B*A) 17 εχθρων] + ὑμῶν B ab AF | φεύξεσθαι οὐδενὸς διώκοντος ὑμὰς A a? (mg) | οὐδενὸς F 18 μὴ υπακου sup ras A a? | του παιδεύσαι] om του AF | επτακις] pr πληγαῖς F 19 σιδηπουν] pr ως F 21 πορεύεσθε Α | θμιν] ἐφ’ ὑμὰς F 22 αποστελω AF | τᾶι ὑμὰς καὶ εξαναλωσει . . . ερημωθη|σονται rescr A b? | ποιήσω] ποίησε A b? F | ἐρημωθήσονται] ἔρημοι ἔσονται F 23 πορευησθε] πορεύσησθε Α πορεύεσθε F 24 πορευσωμαι F | κἄγω 2°] κα ἐγὼ F 25 τῶν ἔχθρ’. ὅν F 26 ἐν rw] εἰς τὸ Α | σιτοδεία] σῖτον δία B σιτοδια A* σιτοδιαν A1F 27 καὶ] ἄλλα F | πορεύσησθε Α | om πρὸς με Α)

247
καὶ τὰς σάρκας τῶν θυγατέρων ὑμῶν φάγεσθε·

καὶ ἐρημώσω τὰς [*](B) στήλας ὑμῶν, καὶ ἐξολεθρεύσω τὰ ξύλινα χειροποίητα θήσω τὰ κῶλα ὑμῶν ἐπὶ τὰ κῶλα τῶν εἰδώλων ὑμῶν, καὶ ἡ ψυχή μου ὑμῖν·