Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, δοῦναι ὒ τὴν γῆν Χανάαν ὥστε εἶναι ὑμῶν θεός.

ἐὰν δὲ ταπεινωθῇ ὁ [*](27 ὅπερ ἔχει] ο ὑπερέχει B ab | ἑαυτὸν αυτω] αὐτὸν ἑαυτὼ Α αὐτὸν ἀυτῶ F AF :28 εὑρέθη] εὐπορήθη B ab F | η χεὶρ αὐτοῦ] αὐτοῦ η ’χει (sic) F | ἀυτὰ 1°] B ab F | om ἐκτοῦ F | τη αφεσει] τὴν ἄφεσιν Α pr ἐν F | ἀπελεύσεται] επανελευσεται F | κατάπαυσιν] κατάσχεσιν B ab F 30 λυτρώθη] λ sup ras A a | α sup ras A a | πόλει] pr τῆ F 31 αἷς] αἰ Α | ἐν ἀυταῖς] om ἐν Α | λογισθήσονται B2F | ἔσονται] + ἀυτᾶι F 32 om αἰ F | B b AF1 (mg) (om F*) (item 33 et infra) | κατασχέσεως ἀυτῶν F | Λευίταις B b AF 33 κατασχεσις] κατασχέσεις Α pr η F1 34 ἀφωρισμένοι] pr οἱ F | προθήσονται F* πραθ. F1 mg) 35 ο ἀδελφὸς σου 1°] + ο μέτα F | αδυνατηση B a?b? A | πάρα σου] πάρα σοι F 36 τοκον] τὸ κακὸν Α | ’τον θέον σου] om σου Α pr κύριον F 37 πλεονασμον] ἔπι πλεο- B ab F 38 δοῦναι] δύναι F pr του F1 (mg))

244
[*](B) ἀδελφός σου παρὰ σοὶ καὶ πραθῇ σοι, οὐ δουλεύσει σοι οἰκέτου·

ὡς μισθωτὸς ἢ πάροικος ἔσται σοι, ἕως τοῦ ἔτους τῆς ἀφέσεως ἐργᾶται παρὰ σοί.

καὶ ἐξελεύσεται τῇ ἀφέσει καὶ τὰ τέκνα αὐτοῦ μετ’ αὐτοῦ, καὶ ἀπελεύσεται εἰς τὴν γενεὰν αὐτοῦ· εἰς τὴν κατάσχεσιν τὴν πατρικὴν ἀποδραμεῖται.

διότι οἰκέται μού εἰσιν οὗτοι οὓς ἐξήγαγον ἐκ γῆς Αἰγύπτου, οὐ πραθήσεται ἐν πράσει οἰκέτου.

οὐ κατατενεῖς αὐτὸν ἐν τῷ μόχθῳ, καὶ φοβηθήσῃ κύριον τὸν θεόν σου.

καὶ παῖς καὶ παιδίσκη ὅσοι ἀν’ γένωνταί σοι ἀπὸ τῶν ἐθνῶν ὅσοι κύκλω σού εἰσιν, ἀπ’ αὐτῶν κτήσεσθε δοῦλον καὶ δούλην.

καὶ ἀπὸ τῶν υἱῶν τῶν παροίκων τῶν ὄντων ἐν ὑμῖν, ἀπὸ τούτων κτήσεσθε καὶ ἀπὸ τῶν συγγενῶν αὐτῶν ὅσοι ἂν γένωνται ἐν τῇ γῇ ὑμῶν· ἔστωσαν ὑμῖν εἰς κατάσχεσιν.

καὶ καταμεριεῖτε αὐτοὺς τοῖς τέκνοις ὑμῶν μεθ’ ὑμᾶς, καὶ ἔσονται ὑμῖν κατόχιμοι εἰς τὸν αἰῶνα· τῶν ἀδελφῶν ὑμῶν τῶν υἱῶν Ἰσραήλ, ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ οὐ κατατενεῖ αὐτὸν ἐν τοῖς μόχθοις.

Ἐὰν δὲ εὕρῃ ἡ χεὶρ τοῦ προσηλύτου ἢ τοῦ παροίκου τοῦ παρὰ σοί, καὶ ἀπορηθεὶς ὁ ἀδελφός σου πραθῇ τῷ προσηλύτῳ ἢ τῷ παροίκῳ τῷ παρὰ σοὶ ἐκ γενετῆς προσηλύτῳ,

μετὰ τὸ πραθῆναι αὐτῷ λύτρωσις ἱστᾶι αὐτῷ· εἷς τῶν ἀδελφῶν σου λυτρώσεται αὐτόν.

ἀδελφὸς πατρὸς αὐτοῦ ἢ υἱὸς ἀδελφοῦ πατρὸς λυτρώσεται αὐτόν, ἢ ἀπὸ τῶν οἰκείων τῶν σαρκῶν αὐτοῦ ἐκ τῆς φυλῆς αὐτοῦ λυτρώσεται αὐτόν· ἐὰν δὲ εὐπορηθεὶς ταῖς χερσὶν λυτρώσηται ἑαυτόν,

καὶ συλλογιεῖται πρὸς τὸν κεκτημένον αὐτὸν ἀπὸ τοῦ ἔτους οὗ ἀπέδοτο ἑαυτὸν αὐτῷ ἕως τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως, καὶ ἔσται τὸ ἀργύριον τῆς πράσεως αὐτοῦ ὡς μισθίου· ἔτος ἐξ ἔτους ἔσται μετ’ αὐτοῦ.

ἐὰν δέ τινι πλεῖον τῶν ἐτῶν ᾖ, πρὸς ταῦτα ἀποδώσει τὰ λύτρα αὐτοῦ ἀπὸ τοῦ ἀργυρίου τῆς πράσεως αὐτοῦ·