Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ποιήσουσιν χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας καὶ δύο [*](8 ὁλοκαυτώματα F | η ἠμ’. η εβδ. F 10 om καὶ 3° F | ὀίσεται Α | τὰ δράγματα Α 11 αὐτὸ B ab F] ἀυτὰ Λ 12 ἐν η] F | ἀν’] ἔαν Α | ἄμωμον] ἄμμον A* ω superscr A1) 13 δέκατα] αναπεποιημενης] αναπεποιημενας F | τω κυριω] om τὼ F | ὀσμὴ] εις F | Κυριω] pr τὼ Α | σπονδὴ] σπονδὴν B ab F | αυτου 2°] ἀυτῶ Α | ειν 14 του θῦ’ Α | εἰς τὰς γεν. υμ. νομ. ἀίων. A 15 ἀριθμήσεται Α | ὑμεῖς] ὕμιν F | ἑβδομάδες Α | ὁλοκλήρους] + ἀριθμήσεις F 16 ἑβδομάδος F] εβδομαδης B* ἑβδόμης B ab A | ἀριθμήσεται Α 17 ἄρτους °] αὐτοὺς F | ἔσονται] ἔσται ο ἄρτος ο εἰς F 18 προσαξει] προσάξετε B a? b? F | βουκολίου] βουκολίων Α | ἔσονται] pr καὶ F | θυσίαν ὀσμὴν] θυσία ὀσμὴ F 19 ποιήσουσιν] ποιήσετε F)

238
[*](B) ἀμνοὺς ἐνιαυσίους εἰς θυσίαν σωτηρίου μετὰ τῶν ἄρτων τοῦ πρωτογενήματος·

καὶ ἐπιθήσει αὐτὰ ὁ ἱερεὺς μετὰ τῶν ἄρτων τοῦ πρωτογενήματος ἐπίθεμα ἔναντι κυρίου μετὰ τῶν δύο ἀμνῶν· ἅγια ἔσονται τῷ κυρίῳ· τῷ ἱερεῖ τῷ προσφέροντι αὐτά, αὐτῶ ὦσται.

καὶ καλέσετε ταύτην τὴν ἡμέραν κλητήν· ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν.

Καὶ ὅταν θερίζητε τὸν θερισμὸν τῆς γῆς ὑμῶν, οὐ συντελέσετε τὸ λοιπὸν τοῦ θερισμοῦ τοῦ ἀγροῦ σου ἐν τῷ θερίζειν σε, καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις· τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ ὑπολείψῃ αὐτό. ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων τοῦ μηνὸς τοῦ ἑβδόμου μιᾷ τοῦ μηνὸς ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων , κλητὴ ἁγία ἔσται ὑμῖν·

πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε, καὶ προσάξετε ὁλοκαύτωμα κυρίῳ·

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

Καὶ τῇ ἄτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἡμέρα ἑξιλασμοῦ, κλητὴ ἁγία ὑμῖν· καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, καὶ προσάξετε ὁλοκαύτωμα τῷ κυρίῳ.

πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ύτῃ· ἔστιν γὰρ ἡμέρα ἐξιλασμοῦ αὕτη ὑμῖν, ἐξιλάσασθαι περὶ ὑμῶν ἔναντι κυρίου τοῦ θεοῦ ὑμῶν.

πᾶσα ψυχὴ ἥτις μὴ ταπεινωθήσεται ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς.

καὶ πᾶσα ψυχὴ ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.

πᾶν ἔργον οὐ ποιήσετε. νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πόσαις κατοικίαις ὑμῶν.

σάββατα σαββάτων ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν. ἀπὸ ἐνάτης τοῦ μηνὸς ἀπὸ ἑσπέρας ἕως ἑσπέρας σαββατιεῖτε τὰ σάββατα ὑμῶν.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Λάλησον τοῖς υἱοῖς Ισραὴν λέγων τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἑορτὴ σκηνῶν ἑπτὰ ἡμέρας τῷ κυρίῳ.

καὶ ἡ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.