Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων

Λάλησον τοῖς υἱοῖς καὶ ἐρεῖς πρὸς αὐτούς Αἱ ἑορταὶ Κυρίου ἃς καλέσετε αὐτὰς κλητὰς ἁγίας, αὗταί εἰσιν ἑορταί μου.

Ἓξ ἡμέρας ποιήσεις ἔργα, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα ἀνάπαυσις κλητὴ ἁγία τῷ κυρίῳ· πᾶν ἔργον οὐ ποιήσεις, σάββατά ἐστιν τῷ κυρίῳ ὑμῶν ἐν πάσῃ κατοικία ὑμῶν.

Αὗται αἱ ἑορταὶ τῷ κυρίῳ, καὶ αὗται, ἁγίας καλέσατε αὐτὰς ἐν τοῖς καιροῖς αὐτῶν.