Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ φαλάκρωμα οὐ ξυρηθήσεσθε τὴν κεφαλὴν ἐπὶ νεκρῷ, καὶ τὴν ἄψιν τοῦ πώγωνος οὐ ξυρήσονται, καὶ ἐπὶ τὰς σάρκας αὐτῶν οὐ κατατεμοῦσιν ἐντομίδας.

ἅγιοι ἔσονται τῷ θεῷ τὸ ὄνομα τοῦ θεοῦ αὐτῶν· τὰς γὰρ θυσίας κυρίου δῶρα τοῦ θεοῦ αὐτῶν αὐτοὶ προσφέρουσιν, καὶ ἔσονται ἅγιοι.

γυναῖκα πόρνην καὶ βεβηλωμένην οὐ λήμψονται, καὶ γυναῖκα ἐκβεβλημένην ἀπὸ ἀνδρὸς αὐτῆς. ἅγιός ἐστιν τῷ κυρίῳ θεῷ αὐτοῦ, καὶ ἁγιάσει αὐτόν·

τὰ δῶρα κυρίου θεοῦ ὑμῶν οὗτος προσφέρει· ἅγιος ἔσται, ὅτι ἅγιος ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.