Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔσεσθε ἅγιοι, ὅτι ἅγιος ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν·

καὶ φυλάξεσθε τὰ προστάγματά μου καὶ ποιήσετε αὐτά, ἐγὼ κύριος ὁ ἁγιάζων ὑμᾶς.

ἄνθρωπος ἄνθρωπος ὃς ἂν κακῶς εἴπῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ θανάτῳ θανατούσθω· πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ κακῶς εἶπεν, ἔνοχος ἔσται.

ἄνθρωπος ὃς ἂν μοιχεύσηται γυναῖκα ἀνδρός, ἢ ὃς ἂν μοιχεύσηται γυναῖκα τοῦ πλησίον, θανάτῳ θανατούσθωσαν ὁ μοιχεύων καὶ ἡ μοιχευομένη.

ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, τοῦ πατρὸς αὐτοῦ ἀπεκάλυψεν, θανατούσθω· ἀμφότεροι ἔνοχοί εἰσιν.

καὶ ἐάν τις κοιμηθῇ μετὰ νύμφης αὐτοῦ, θανατούσθωσαν ἀμφότεροι· ἠσεβήκασιν γάρ, ἔνοχοί εἰσιν.

καὶ ὃς ἂν κοιμηθῇ μετὰ ἄρσενος κοίτην γυναικός, βδέλυγμα ἐπ’ ἀμφότεροι· θανατούσθωσαν, ἔνοχοί εἰσιν.

ὃς ἐὰν λάβ καὶ τὴν μητέρα αὐτῆς, ἀνόμημά ἐστιν· ἐν πυρὶ κατακαύσουσιν αὐτὸν καὶ αὐτάς, καὶ οὐκ ἔσται ἀνομία ἐν ὑμῖν.

καὶ ὃς ἂν δῷ κοιτασίαν αὐτοῦ ἐν τετράποδι, θανάτῳ θανατούσθω, καὶ τὸ τετράπουν ἀποκτενεῖτε.

καὶ γυνὴ ἥτις προσελεύσεται πρὸς πᾶν κτῆνος βιβασθῆναι αὐτὴν ὑπ’ αὐτοῦ, ἀποκτενεῖτε τὴν γυναῖκα καὶ τὸ κτῆνος· θανάτῳ θανατούσθω, ἔνοχοί εἰσιν.

ὃς ἐὰν λάβῃ τὴν ἀδελφὴν αὐτοῦ ἐκ πατρὸς αὐτοῦ ἢ ἐκ μητρὸς αὐτοῦ, καὶ ἴδη τὴν ἀσχημοσύνην αὐτῆς καὶ αὕτη ἴδῃ τὴν ἀσχημοσύνην αὐτοῦ, ὄνειδός ἐστιν, ἐξολεθρευθήσονται ἐνώπιον υἱῶν γένους αὐτῶν· ἀσχημοσύνην ἀδελφῆς αὐτοῦ ἀπεκάλυ- ψεν, ἁμαρτίαν κομιοῦνται.

καὶ ἀνὴρ ὃς ἂν κοιμηθῇ μετὰ γυναικὸς ἀποκαθημένης καὶ ἀποκαλύψῃ τὴν ἀσχημοσύνην αὐτῆς, τὴν πηγὴν αὐτῆς ἀπεκάλυψεν, καὶ αὕτη ἀπεκάλυψεν τὴν ῥύσιν τοῦ [*](5 αὐτὸν 2°] αὐτοὺς F 6 om η 1° Α | ἔαν] ἀν’ F | αυτης] αὐτοῦ 7 καὶ ἔσεσθε αγιοι] pr καὶ αγιασθησεσθαι F a mg | ἄγιος ἐγὼ κύριος ο θεὸς υμων] ἐγὼ κݲςݲ ο θςݲ ὑμῶν ἄγιος εἰμι Α 8 ποιήσατε F | κύριος] + ο θςݲ 9 om αν Α | om αὐτοῦ ° F | η °] καὶ F 10 ανθρωπος] + ἄνθρωπος F | γυναῖκα 2°] pr τὴν F | πλήσιον] + αὐτοῦ F 11 ἔαν] pr καὶ BabF | θανάτω θανατούσθωσαν BabAF | ἀμφότεροι· BabF 12 om καὶ Α | om γὰρ F 13 ἐποίησεν· Α ἐποίησαν· F | θανατούσθωσαν] pr θανατω B abF1 mg 14 ἔαν] ἀν’ AF | ἀνομία BF1 mg] ἀνόμημα AF* 16 ὐπ’ αὐτοῦ] ἀπ’ αὐτοῦ Α | θανατούσθω] θανατούσθωσαν BabAF 17 ὃς ἔαν] ὃς ἀν’ Α καὶ ὃς ἀν’ F | ἁμαρτίαν] + αὐτοῦ F | κομιοῦνται] λημψεται F 18 αποκαλυψει F | om καὶ ἀυτὴ ἀπεκάλυψεν F)

232
[*](B) αὔης· ἐξολεθρευθήσονται ἀμφότεροι ἐκ τοῦ γένους αὐτῶν.

καὶ ἀσχημοσύνην ἀδελφῆς πατρός σου καὶ ἀδελφῆς μητρός σου οὐκ ἀποκαλύψεις· τὴν γὰρ οἰκειότητα ἀπεκάλυψεν, ἁμαρτίαν ἀποίσονται.