Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

λάλησον τῆ συναγωγῇ τῶν υἱῶν Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος Κύριος ὁ θεὸς ὑμῶν.

ἕκαστος πατέρα αὐτοῦ καὶ μητέρα αὐτοῦ φοβείσθω, καὶ τὰ σάββατά μου φυλάξεσθε· ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν.

οὐκ ἐπακολουθήσετε εἰδώλοις, καὶ θεοὺς χωνευτοὺς οὐ ποιήὑμῖν· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.

Καὶ ἐὰν θύσητε θυσίαν τὴν ὑμῶν θύσετε·

ᾖ ἂν ἡμέρᾳ θύσητε βρωθήσεται καὶ τῇ αὔριον· καὶ ἐὰν καταλειφθῇ ἕως ἡμέρας τρίτης, ἐν πυρὶ κατακαυθήσεται.

ἐὰν δὲ βρώσει βρωθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἄθυτόν ἐστιν, οὐ δεχθήσεται·

ὁ δὲ ἔσθων αὐτὸ ἁμαρτίαν λήμψεται, ὅτι τὰ ἤια κυρίου ἐβεβήλωσεν· καὶ ἐξολεθρευθήσονται αἱ ψυχαὶ αἱ ἔσθουσαι ἐκ τοῦ λαοῦ αὐτῶν.

Καὶ ἐκθεριζόντων ὑμῶν τὸν θερισμὸν τῆς γῆς ὑμῶν, οὐ συντελέσετε τὸν θερισμὸν ὑμῶν τοῦ ἀγροῦ σου ἐκθερίσαι, καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις·

καὶ τὸν ἀμπελῶνά σου οὐκ ἐπανατρυγήσεις, οὐδὲ τοὺς ῥῶγας τοῦ ἀμπελῶνός σου συλλέξεις· τῶ πτωχῷ καὶ τῷ προσηλύτῳ καταλείψεις αὐτά· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.

οὐ κλέψετε, οὐ ψεύσεσθε, οὐ συκοφαντήσει ἕκαστος τὸν πλησίον.

καὶ οὐκ ὀμεῖσθε τῷ ὀνόματί μου ἐπ’ ἀδίκω, καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τοῦ θεοῦ ὑμῶν· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.

οὐκ ἀδικήσεις τὸν πλησίον, καὶ οὐχ ἁρπᾷ, [*](AF 27 om καὶ B* A (hab BaF) 28 τοῖς ἔθνεσιν] pr ἐν Α | om πρὸ F 29 ἀν’] ἔαν F Ι τῶν βδελ.] om τῶν B* (hab B?) | του λαοῦ] pr μέσου F 30 φυλάξετε] φυλάξασθε F | ποιήσητε] ποιῆτε F Ι νομίμων] ἀνόμων Α | εβδελυγμενων] βδελυγμενων A* εβδ. A1) βδελυγμάτων F | om ο γέγονεν F* (hab α γέγονεν ) Ι om ὅτι Α Ι ἐγὼ] + ειμι F XIX 2 τῆ συναγωγη] pr vaff-rj F 3 om και μητέρα αὐτοῦ A | φυλάξασθε Α 5 deKarrjv BAF 6 θύσητε] θύσετε F 8 ἐσθίων F vid εσθ.ων) 9 om οὐ συντελέσετε ’τον θερισμὸν ὑμῶν B*A (hab Babmg inf F) | om ὑμῶν 3° F* (hab F1mg) | ἀγροῦ] τῆς γῆς F ἀγροῦ Flmg) Ι θερισμοῦ] ἀγροῦ F | οὐ συλλέξεις] om οὐ B* (hab BabAF) 10 του αμπελ.] τοὺς αμπελ. F 11 οὐ 3° οὐδὲ 12 βεβηλωσεται Α | τὸ ὄνομα] + τὸ ἄγιον F Ι om εἰμι Α 13 αρπα] σεῖς AF)

228
καὶ οὐ μὴ κοιμηθήσεται ὁ μισθὸς τοῦ μισθωτοῦ παρὰ σοὶ ἕως πρωί. [*](B)

οὐ κακῶς ἐρεῖς κωφόν, καὶ ἀπέναντι τυφλοῦ οὐ προσθήσεις σκάνδαλον· καὶ φοβηθήσῃ Τύριον τὸν θεόν σου· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.

οὐ ποιήσετε ἄδικον ἐν κρίσει· οὐ λήμψῃ πρόσωπον πτωχοῦ οὐδὲ θαυμάσεις πρόσωπον δυνάστου, ἐν δικαιοσύνη κρινεῖς τὸν πλησί ον σου.

οὐ πορεύσῃ δόλῳ ἐν τῷ ἔθνει σου· οὐκ ἐπιστήσῃ ἐφ’ αἷμα τοῦ πλησίον σου· ἐγώ εἰμι Κύριος ὁ θεὸς ὑμῶν.

οὐ μισήσεις τὸν ἀδελφόν σου τῆ διανοίᾳ σου· ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου, καὶ οὐ λήμψῃ δι’ αὐτὸν ἁμαρτίαν.

καὶ οὐκ ἐκδικᾶταί σου ἡ χείρ, καὶ οὐ μηνιεῖς τοῖς υἱοῖς τοῦ λαοῦ σου, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· ἐγώ εἰμι κύριος.

Τὸν νόμον μου φυλάξεσθε. τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτεροζύγῳ, καὶ τὸν ἀμπελῶνά σου οὐ κατασπερεῖς διάφορον, καὶ ἱμάτιον ἐκ δύο ὑφασμένον κίβδηλον οὐκ ἐπιβαλεῖς σεαυτῷ.

καὶ ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς κοίτην σπέρματος, καὶ αὕτη οἰκέτις διαπεφυλαγμένη ἀνθρώπῳ, καὶ αὕτη λύτροις οὐ λελύτρωται ἢ ἐλευθερία οὐκ ἐδόθη αὐτῇ, ἐπισκοπὴ ἔσται αὐτοῖς. οὐκ ἀπο- θανοῦνται, ὅτι οὐκ ἀπηλευθερώθη.

καὶ προσάξει τῆς πλημμελίας αὐτοῦ τῷ κυρίῳ παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου κριὸν πλημμελίας·