Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ οὐκ ἐκδικᾶταί σου ἡ χείρ, καὶ οὐ μηνιεῖς τοῖς υἱοῖς τοῦ λαοῦ σου, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· ἐγώ εἰμι κύριος.

Τὸν νόμον μου φυλάξεσθε. τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτεροζύγῳ, καὶ τὸν ἀμπελῶνά σου οὐ κατασπερεῖς διάφορον, καὶ ἱμάτιον ἐκ δύο ὑφασμένον κίβδηλον οὐκ ἐπιβαλεῖς σεαυτῷ.

καὶ ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς κοίτην σπέρματος, καὶ αὕτη οἰκέτις διαπεφυλαγμένη ἀνθρώπῳ, καὶ αὕτη λύτροις οὐ λελύτρωται ἢ ἐλευθερία οὐκ ἐδόθη αὐτῇ, ἐπισκοπὴ ἔσται αὐτοῖς. οὐκ ἀπο- θανοῦνται, ὅτι οὐκ ἀπηλευθερώθη.

καὶ προσάξει τῆς πλημμελίας αὐτοῦ τῷ κυρίῳ παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου κριὸν πλημμελίας·

καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἐν τῷ κριῷ τῆς πλημμελίας ἔναντι Κυρίου περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτεν, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία ἢν ἥμαρτεν.

Ὅταν δὲ εἰσέλθητε εἰς τὴν γῆν ἢν Κύριος ὁ θεὸς δίδωσιν ὑμῖν, καὶ καταφυτεύσετε πᾶν ξύλον βρώσιμον, καὶ περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ· ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ὑμῖν ἀπερικάθαρτος, οὐ βρωθήσεται.

καὶ τῶ ἔτει τῶ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος αἰνετὸς τῷ κυρίῳ,

ἐν δὲ τῷ ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν, πρόσθεμα ὑμῖν τὰ γενήματα αὐτοῦ· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.

Μὴ ἔσθετε ἐπὶ τῶν ὀρέων, καὶ οὐκ οἰωνιεῖσθε οὐδὲ ὀρνιθοσκοπήσεσθε.

οὐ ποιήσετε σισόην ἐκ τῆς κόμης τῆς κεφαλῆς ὑμῶν, οὐδὲ φθερεῖτε τὴν [*](13 μισθωτου] μισθίου Α 14 προσθήσεις] προθήσεις Α | εγω] γαρ F AF 15 οὐδὲ] οὐ Α | θαυμάσῃς F 16 επιστηση] επισυστηση F | ἐφ’ αιμα] ἐφ’ αἵματι AF 18 μηνιοις A* (impr ο A?) | Κυριος] + ο θεὸς ὑμῶν F 19 φυλάξασθε AF* φυλάξεσθε F1 mg) | ὑφασμένων F* ο superset F1vid) 20 λελύτρωται] λυτρώσεται F* λελυτρ. F1) | απελευθερωθη F 22 om και 1° B* vid | σεται πέρι αὐτοῦ ο ἱερεὺς ἐν τὼ κρείω τῆς πλημμελιας B1?a? | ἁμαρτίας] + αὐτοῦ F 23 ο θεὸς] + ὑμῶν BabAF | καταφυτεύσητε AF | om ο καρπὸς αὐτοῦ Α | ἀπερικάθαρτον Α 24 αἴνετος] ἄνετος F* αιν. F1) 25 καρπον] + αὐτοῦ F 26 οιωνισθε Α οιωνεισθε F | ορνι- Α 27 σισοιν F)

230
[*](B) ὄψιν τοῦ πώγωνος ὑμῶν.

καὶ ἐντομίδας ἐπὶ ψυχῇ οὐ ποιήσετε ἐν τῷ σώματι ὑμῶν, καὶ γράμματα στικτὰ οὐ ποιήσετε ἐν ὑμῖν· ἐγώ εἰμι Κύριος ὁ θεὸς ὑμῶν.

οὐ βεβηλώσεις τὴν θυγαατέρα σου ἐκπορνεῦσαι αὐτήν· καὶ οὐκ ἐκπορνεύσει ἡ γῆ, καὶ ἡ γῆ πλησθήσεται ἀνομίας.

τὰ σάββατά μου φυλάξεσθε, καὶ ἀπὸ τῶν ἁγίων μου θοις, καὶ τοῖς ἐπαοιδοῖς οὐ προσκολληθήσεσθε ἐκμιανθῆναι ἐν αὐτοῖς·