Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπὸ τοῦ σπέρματός σου οὐ δώσεις λατρεύειν ἄρχοντι, καὶ οὐ βεβηλώσεις τὸ ὄνομα τὸ ἅγιον· ἐγὼ κύριος.

καὶ μετὰ ἄρσενος οὐ κοιμηθήσῃ κοίτην γυναικός· βδέλυγμα γάρ ἐστιν.

καὶ πρὸς πᾶν τετράπουν οὐ δώσεις τὴν κοίτην σου εἰς σπερματισμὸν ἐκμιανθῆναι πρὸς αὐτό· καὶ γυνὴ οὐ στήσεται πρὸς πᾶν τετράπουν βιβασθῆναι· μυσερὸν γάρ ἐστιν.

Μὴ μιαίνεσθε ἐν πᾶσιν τούτοις· ἐν πᾶσι γὰρ τούτοις ἐμιάνθησαν τὰ ἔθνη ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμῶν.

καὶ ἐμιάνθη ἡ γῆ· καὶ ἀνταπέδωκα αὐτοῖς ἀδικίαν δι’ αὐτήν, καὶ προσώχθισεν ἡ γῆ τοῖς ἐνκαθημένοις ἐπ’ αὐτῆς.

καὶ φυλάξεσθε πάντα τὰ νόμιμά μου καὶ πάντα τὰ προστάγματά μου, καὶ οὐ ποιήσετε ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων, ὁ ἐνχώριος ἢ ὁ προσγενόμενος προσήλυτος ἐν ὑμῖν·

πάντα γὰρ τὰ ταῦτα ἐποίησαν οἱ ἄνθρωποι τῆς γῆς οἱ ὄντες πρότεροι [*](12 — 13 om πατρὸς σου...οικεια γὰρ 2° Α 12 om σου 2° F 14 πατρὸς] om του F 16 ἀσχημοσύνη] γυνὴ γὰρ Α 17 om γὰρ F 18 ἔπι] ἐπ’ Α | ἐπ’ ἀυτὴ] ἐπ’ ἀύτης F 20 τὴν γυναῖκα] om τὴν F Ι ἐκμιανθῆναι] pr rou F 22 γυναικὸς B* AF*] γυναικείαν B? γυναικιαν F1 mg 23 τετράπουν 1°] τετράποδον F Ι om τὴν Α | τετραπουν τετράποδον F* τετράπουν F1mg) | | βιβασθῆναι] + ὐπ’ αὐτοῦ F 24 πᾶσιν] πάσι AF | ἐξαποστελῶ Α 25 ἐμιάνθη] ἐξεμιάνθη F Ι αὐτοῖς ἀδικίαν B*] ἀδικίαν ἀυτῶν Α ἄδικ’. αὐτοῖς B?F | τοῖς ενκαθημενοις εγκ. Bb F)] ἐν τοῖς εγκαταλελιμμενοις Α 26 om καὶ πάντα τὰ προστάγματα μου Α | η] καὶ F Ι ο προσγεν. προσήλυτος] ο προσηλ. ο προσγεν. Α)

228
[*](Β) ὑμῶν, καὶ ἐμιάνθη ἡ γῆ·

καὶ ἵνα μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ ἐν τῷ μιαίνειν ὑμᾶς αὐτήν, ὃς τρόπον προσώχθισεν τοῖς ἔθνεσιν τοῖς πρὸ ὑμῶν.

ὅτι πᾶς ὃς ἂν ποιήσῃ ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων, ἐξολεθρευθήσονται αἱ ψυχαὶ αἱ ποιοῦσαι ἐκ τοῦ λαοῦ αὐτῶν.

καὶ φυλάξετε τὰ προστάγματά μάτα μου, ὅπως μὴ ποιήσητε ἀπὸ πάντων τῶν νομίμων τῶν ἐβδελυγμένων ὃ γέγονεν πρὸ τοῦ ὒ ἐν αὐτοῖς, ὅτι ἐγὼ κύριος ὁ θεὸς ὒμῶν.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

λάλησον τῆ συναγωγῇ τῶν υἱῶν Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος Κύριος ὁ θεὸς ὑμῶν.

ἕκαστος πατέρα αὐτοῦ καὶ μητέρα αὐτοῦ φοβείσθω, καὶ τὰ σάββατά μου φυλάξεσθε· ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν.

οὐκ ἐπακολουθήσετε εἰδώλοις, καὶ θεοὺς χωνευτοὺς οὐ ποιήὑμῖν· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.

Καὶ ἐὰν θύσητε θυσίαν τὴν ὑμῶν θύσετε·

ᾖ ἂν ἡμέρᾳ θύσητε βρωθήσεται καὶ τῇ αὔριον· καὶ ἐὰν καταλειφθῇ ἕως ἡμέρας τρίτης, ἐν πυρὶ κατακαυθήσεται.

ἐὰν δὲ βρώσει βρωθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἄθυτόν ἐστιν, οὐ δεχθήσεται·

ὁ δὲ ἔσθων αὐτὸ ἁμαρτίαν λήμψεται, ὅτι τὰ ἤια κυρίου ἐβεβήλωσεν· καὶ ἐξολεθρευθήσονται αἱ ψυχαὶ αἱ ἔσθουσαι ἐκ τοῦ λαοῦ αὐτῶν.

Καὶ ἐκθεριζόντων ὑμῶν τὸν θερισμὸν τῆς γῆς ὑμῶν, οὐ συντελέσετε τὸν θερισμὸν ὑμῶν τοῦ ἀγροῦ σου ἐκθερίσαι, καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις·

καὶ τὸν ἀμπελῶνά σου οὐκ ἐπανατρυγήσεις, οὐδὲ τοὺς ῥῶγας τοῦ ἀμπελῶνός σου συλλέξεις· τῶ πτωχῷ καὶ τῷ προσηλύτῳ καταλείψεις αὐτά· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.