Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ λήμψεται ὁ χίμαρος ἐφ’ ἑαυτῷ τὰς ἀδικίας αὐτῶν εἰς γῆν ἄβατον, καὶ ἐξαποστελεῖ τὸν χίμαρον εἰς τὴν ἔρημον.

καὶ εἰσελεύσεται Ἀαρὼν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἐκδύσεται τὴν στολὴν τὴν λινῆν ἣν ἐνδεδύκει εἰσπορευομένου αὐτοῦ εἰς τὸ ἄγιον, καὶ ἀποθήσει αὐτὴν ἐκεῖ.

καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι ἐν τόπῳ ἁγίῳ καὶ ἐνδύαὐτοῦ, καὶ ἐξελθὼν ποιήσει τὸ ὁλοκάρπωμα αὐτοῦ [*](15 πέρι 2°] πάρα F Ι εἰσοίσει] οἴσουσιν Α Ι om ἄπο Bab F 16 αυτων 2°] αὐτοῦ Α Ι οὕτως AF | τῆ σκήνη Bab A] τὴν σκήνην B*F 17 ὡς Α | αὐτοῦ 2°, 3°] ἑαυτοῦ F | συναγωγῆς] pr τῆς F | om ὑιῶν F 18 ἐπ’ αὐτοῦ BFlmg] ἀπ’ αὐτοῦ Α πέρι αὐτοῦ F* 19 ἐπ’ αὐτοῦ] ἐπ’ αὐτὸ Bab F Ι δακτύλω] + αὐτοῦ F f τῶν ὑιῶν] om τῶν Α 20 προσαξει] + Ααρων· Α 21 ἐπιθήσει 1°] προσάξει Α | χεῖρας] pr δύο F | om ἑτοίμου B* Bab(vid)mg) Ι ἑτοίμου εἰς τὴν ἔρημον sup ras Aa 22 ἀδικίας] ἀνομίας F 23 ἐνδεδύκει] ενεδυκει Α ενδεδοικει F 24 om αὐτοῦ 1° F* ενδυσεται] ἐκδύσεται Α | ὁλοκάρπωμα 1°] ὁλοκαύτωμα)

224
[*](Β) καὶ τὸ ὁλοκάρπωμα τοῦ λαοῦ, καὶ ἐξιλάσεται περὶ αὑτοῦ καὶ περὶ τοῦ οἴκου αὐτοῦ καὶ περὶ τοῦ λαοῦ ὡς περὶ τῶν ἱερέων.

καὶ τὸ στέαρ τὸ περὶ τῶν ἁμαρτιῶν ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον.

καὶ ὁ ἐξαποστέλλων τὸν χίμαρον τὸν διεσταλμένον εἰς ἄφεσιν πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν.

καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας, ὧν τὸ αἷμα εἰσηνέχθη ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, ἐξοίσουσιν αὐτά ἵξω τῆς παρεμβολῆς, καὶ κατακαύσουσιν αὐτὰ ἐν πυρί, καὶ τὰ δέρματα αὐτῶν καὶ τὰ κρέα αὐτῶν καὶ τὴν κόπρον αὐτῶν·

ὁ δὲ κατακαίων αὐτὰ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν.

Καὶ ἕαται τοῦτο ὑμῖν νόμιμον αἰώνιον· ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ ταπεινώσατε τὰς ψυχὰς ὑμῶν καὶ πᾶν ἔργον οὐ ποιήσετε, ὁ αὐτόχθων καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν.

ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξιλάσεται περὶ ὑμῶν, καθαρίσαι ὑμᾶς ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν ἔναντι κυρίου· καὶ καθαρισθήσεσθε.

σάββατα σαββάτων ἀνάπαυσις αὕτη ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· νόμιμον αἰώνιον.

ἐξιλάσεται ὁ ἱερεύς, ὃν ἂν χρίσωσιν αὐτὸν καὶ ὃν ἃν τελειώσουσιν τὰς χεῖρας αὐτοῦ ἱερατεύειν μετὰ τὸν πατέρα αὐτοῦ, καὶ ἐνδύσεται τὴν στολὴν τὴν λινῆν, στολὴν ἁγίαν·

καὶ ἐξιλάσεται τὸ ἅγιον τοῦ ἁγίου, καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον ἐξιλάσεται, καὶ περὶ τῶν ἱερέων καὶ περὶ πάσης συναγωγῆς ἐξιλάσεται.

καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν· ἅπαξ τοῦ ἐνιαυτοῦ ποιηθήσεται, καθὰ συνέταξεν κύριος τῶ Μωυσῇ.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Λάλησον πρὸς Ἀαρὼν καὶ πρὸς τοὺς υἱοὺς αὐτοῦ καὶ πρὸς πάντας υἱοὺς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς τοῦτο τὸ ῥῆμα ὃ ἐνετείλατο Κύριος λέγων

Ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ ἢ τῶν προσηλύτων ἢ τῶν πρὸ [*](AF 24 ὁλοκάρπωμα 2°] ὁλοκαύτωμα F | αὐτοῦ 4°] εαυτου F Ι om AF Ι αὐτοῦ 5°] ἑαυτοῦ F Ι om καὶ πέρι του λαοῦ Α 26 ἱμάτια] + αὐτοῦ 27 αἷμα] + ἀυτῶν F 28 μάτια] + αὐτοῦ F 29 τὼ εβδομω] + δεκάτη του μηνὸς Babms F (om B*A) | ταπεινώσετε F | ποιήσεται F 31 om ἀνάπαυσις ἀυτὴ F Ι εσται] ἐστιν F 32 τελειώσουσιν B* τελιωσ.) AF] τελειώσωσι Ba?b 33 συναγωγης] pr τῆς F 34 καθὰ] καθάπερ BabAF XVII 2 υἵους 2°] pr τοὺς AF 3 om η 2° F)

225
ἐν ὑμῖν ὄις ἂν σφάξῃ μόσχον ἢ πρόβατον ἢ αἶγα ἐν τῇ παρεμβολῇ [*](B) καὶ ὃς ἂν σφάξῃ ἔξω τῆς παρεμβολῆς

καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ ὥστε ποιῆσαι αὐτὸ εἰς ὁλοκαύτωμα ἢ σωτήριον κυρίῳ δεκτὸν εἰς ὀσμὴν εὐωδίας, καὶ ὃς ἂν σφάξῃ ἔξω καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ αὐτὸ ὥστε μὴ προσεωέγκαι δῶρον Κυρίῳ ἀπέναντι τῆς σκηνῆς κυρίου, καὶ λογισθήσεται τῷ ἀνθρώπῳ ἐκείνῳ αἷμα· αἷμα ἐξέχ·εεν, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.

ὃπως ἀναφέρωσιν οἱ υἱοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν ὅσας ἂν αὐτοὶ σφάξουσιν ἐν τοῖς πεδίοις, καὶ οἴσουσιν τῷ κυρίῳ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα, καὶ θύσουσιν θυσίαν σωτηρίου τῷ κυρίῳ αὐτά·

καὶ προσχεεῖ ὁ ἱερεὺς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ ἀπέναντι Τυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἀνοίσει τὸ στέαρ εἰς ὀσμὴν εὐωδίας Τυρίῳ·

καὶ οὐ θύσουσιν ἔτι τὰς θυσίας αὐτῶν τοῖς ματαίοις, οἷς αὐτοὶ ἐκπορνεύουσιν ὀπίσω αὐτῶν· νόμιμον αἰώνιον ἱστᾶι ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν.