Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ προστάξει ὁ ἱερεύς, καὶ λήμψονται τῷ κεκαθαρισμένῳ δύο ὀρνίθια ζῶντα καθαρά, καὶ ξύλον κέδρινον καὶ κεκλωσμένον κόκκινον καὶ ὕσσωπον·

καὶ προστάξει ὁ ἱερεὺς καὶ σφάξουσιν τὸ ὀρνίθιον τὸ ἓν εἰς ἄγγιον ὀστράκινον ἐφ’ ὕδατι ζῶντι·

καὶ τὸ ὀρνίθιον τὸ ζῶν, λήμψεται αὐτὸ καὶ τὸ ξύλον τὸ κέδρινον καὶ τὸ κλωστὸν κόκκινον καὶ τὸν ὕσσωπον, καὶ βάψει αὐτὰ καὶ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ σφαγέντος ἐφ’ ὕδατι ζῶντι·

καὶ περιρανεῖ ἐπὶ τὸν καθαρισθέντα ἀπὸ τῆς λέπρας ἑπτάκις, καὶ καθαρὸς ἔσται· καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ πεδίον.

καὶ πλυνεῖ ὁ καθαρισθεὶς τὰ ἱμάτια αὐτοῦ, καὶ ξυρηθήσεται αὐτοῦ πᾶσαν τὴν τρίχα, καὶ λούσεται ἐν ὕδατι, καὶ καθαρὸς ἔσται· καὶ μετὰ ταῦτα εἰσελεύεἰς τὴν παρεμβολήν, καὶ διατρίψει ἔξω τοῦ οἴκου αὐτοῦ ἑπτὰ ἡμέρας·

καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ξυρηθήσεται πᾶσαν τῆ [*](55 αὐτοῦ AF | μὴ] pr οὐ F Ι μετεβ.] μεταβάλῃ F Ι τὴν ἵν η ἁφὴ] η ἁφὴ AF τὴν ὄψιν ἀύτης F Ι διαχεῖται] διαχεειται Α Ι ἀκάθαρτος Flvid Ι ἐστιν] ϵ . . . F Ι ἐστήρικται F 56 πλυθηναι αὐτὸ] καυθῆναι αὐτὸν Α 57 ὄφθη ἔτ’] ὀφθήσεται Α | ἐξανθοῦσα ἐστιν] ἕξουσα ἐστιν Α ἐστιν ἐξανθοῦσα F 58 καθαρον] pr καὶ BabF 59 ἁφὴ Α | om ἐρεοῦ η στιππ. Α | στιππυίνου BabF ] στιπποινου Β* XIV 4 κεκαθερ. Α 6 κλωστὸν] κεκλωσμένον Α | τὴν F 7 περιρανιει Α 8 ξυρηθησεται] ξυρήσεται F | om ἐν F)

216
[*](B) αὐτοῦ, τὴν κεφαλὴν αὐτοῦ καὶ τόν πώγωνα καὶ τὰς ὀφρύας καὶ πᾶσαν τὴν τρίχα αὐτοῦ ξυρηθήσεται· καὶ πλυνεῖ τὰ ἱμάτια κα λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ καθαρὸς ἔσται.

καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόη λήμψεται δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους, καὶ πρόβατον ἐνιαύσιον ἄμωμον, καὶ τρία δέκατα σεμιδάλεως εἰς θυσίαν πεφυραμένης ἐν ἐλαίῳ, καὶ κοτύλην ἐλαίου μίαν·