Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ γένηται ἡ ἁφὴ χλωρίζουσα ἢ πυρρίζουσα ἐν τῷ δέρματι ἢ ἐν τῷ ἱματίῳ ἢ ἐν τῷ στήμονι ἢ ἐν τῇ κρόκη ἢ ἐν παντὶ σκεύει ἐργασίμῳ δέρματος, ἁφὴ λέπρας ἐστίν, καὶ δείξει τῷ ἱερῖ.

καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφήν, κα ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας.

καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· ἐὰν δὲ διαχέηται ἡ ἁφὴ ἐν τῷ ἱματίῳ ἢ ἐν τῷ στήμονι ἢ ἐν τῇ κρόκῃ ἢ ἐν τῷ δέρματι, κατὰ πάντα ὅσα ἂν ποιηθῇ δέρματα ἐν τῇ ἐργασίᾳ, λέπρα ἔμμονός ἐστιν ἡ ἁφή· ἀκάθαρτός ἐστιν.

κατακαύσει τὸ ἱμάτιον ἢ τὸν στήμονα ἢ τὴν κρόκην, ἐν τοῖς ἐρεοῖς ἢ ἐν τοῖς λινοῖς ἢ ἐν παντὶ σκεύει δερματίνῳ ἐν ᾧτ’ ἐὰν ᾖ ἐν αὐτῷ ἡ ἁφή· ὅτι λέπρα, ἐν πυρὶ κατακαυθήσεται.

ἐὰν δὲ ἴδῃ ὁ ἱερεύς, καὶ μὴ διαχέηται ἡ ἁφὴ ἐν τῷ ἱματίῳ ἢ ἐν τῷ στήμονι ἢ ἐν τῇ κρόκῃ ἢ ἐν παντὶ σκεύει δερματίνῳ,

Καὶ συντάξει ὁ ἱερεύς, καὶ πλυνεῖ [*](AF 42 om η 2° F | πυριζουσα F | λέπρα] + εξανθουσα F 43 αὐτὸν] gbvid Ι λεύκη] + η AF | πυριζουσα A*vidF Ι δέρματι] pr τὼ F 44 om μιανσει B*vid μία sup ras νσει superscr Ba) Α 45 ἔστω] ἔσται AF | ἀκάλυπτος] ἀκατακάλυπτος A1 ακαταλ. A*) F Ι περίβαλλ’. Α | ἀκάθαρτος] ακαθαρτος F 46 ἀν’] ἔαν F Ι ἐπ’ αὐτοῦ η ἀφῆι η ἐπ’ αὐτοῦ ἁφὴ Α ἐπ’ ἀυτῶ η ἁφὴ F Ι ἔσται °] ἐστιν Α | ἔσται αὐτοῦ AF 47 ἐν ἀυτῶ] ἐπ’ αὗ. F Ι ἐρείω B*vid ἐρέω AF] ἐριῶ Bb | στιππυίνῳ Bab(vid)AF] στιπποινω B* 48 om η ἐν στήμονι F* (hab F1mg) Ι ἐρεοῖς B*AF] ἐρίοις Ba?b 49 πυριζουσα AF Ι λεπρας] λέπρα Flvid 51 om τὼ 3° F Ι αν ] εαν 52 ἐν τοι, ἐρεοῖς εριοις Ba?b)] pr η F Ι om η ἐν τοῖς λίνοις F | εαν] ἀν’ F Ι η ἐν ἀυτῶ] γένηται Α η ἐπ’ ἀυτῶ F | λέπρα] + ἔμμονος ἐστιν BabF)

215
ἐφ’ οὗ ἐὰν ᾖ ἐπ’ αὐτοῦ ἡ ἁφή, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ [*](B) ἡμέρας τὸ δεύτερον.

καὶ ὄψεται ὁ ἱερεύς μετὰ τὸ πλυθῆναι αὐτὸ τὴν ἁφήν, καὶ ἥδε μὴ μετέβαλεν τὴν ὄψιν ἡ ἁφή, καὶ ἡ ἁφὴ οὐ διαχεῖται, ἀκάθαρτόν ἐστιν, ἐν πυρὶ κατακαυθήσεται· ἐστήρισται ἐν τῷ ἱματίῳ ἢ ἐν τῷ στήμονι ἢ ἐν τῇ κρόκῃ.

κα ἐὰν ἴδη ὁ ἱερεύς, καὶ ᾖ ἀμαυρὰ ἡ ἁφὴ μετὰ τὸ πλυθῆναι αὐτό, ἀπορρήξει αὐτὸ ἀπὸ τοῦ ἱματίου ἢ ἀπὸ τοῦ δέρματος ἢ ἀπὸ τοῦ στήμονος ἢ ἀπὸ τῆς κρόκης.

ἐὰν δὲ ὀφθῇ ἔτι ἐν τῷ ἱματίῳ ἢ ἐν τῷ στήμονι ἢ ἐν τῆ κρόκῃ ἢ ἐν παντὶ σκεύει δερματίνῳ, λέπρα ἐξανθοῦσά ἐστιν· ἐν πυρὶ κατακαυθήσεται ἐν ᾧ ἐστὶν ἡ ἁφή.

καὶ τὸ ἱμάτιον ἢ ὁ στήμων ἢ ἡ κρόκη ἢ πᾶν σκεῦος δερμάτινον ὃ πλυθήσεται καὶ ἀποστήσεται ἀπ’ αὐτοῦ ἡ ἁφή, καὶ πλυθήσεται τὸ δεύτερον· καθαρὸν ἔσται.

οὗτος ὁ νόμος ἁφῆς λέπρας ἱματίου ἐρεοῦ ἢ στιππυίνου ἢ στήμονος ἢ κρόκης ἢ παντὸς σκεύους δερματίνου, εἰς τὸ καθαρίσαι αὐτὸ ἢ μιᾶναι αὐτό.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Οὗτος ὁ νόμος τοῦ λεπροῦ· ᾗ ἀν’ ἡμέρᾳ καθαρισθῇ, καὶ προσαχθήσεται πρὸς τὸν ἱερέα·

καὶ ἐξελεύσεται ὁ ἱερεὺς ἔξω τῆς παρεμβολῆς, καὶ ὄψεται ὁ ἱερεύς, καὶ ἰδοὺ ἰᾶται ἡ ἁφὴ τῆς λέπρας ἀπὸ τοῦ λεπροῦ.

καὶ προστάξει ὁ ἱερεύς, καὶ λήμψονται τῷ κεκαθαρισμένῳ δύο ὀρνίθια ζῶντα καθαρά, καὶ ξύλον κέδρινον καὶ κεκλωσμένον κόκκινον καὶ ὕσσωπον·

καὶ προστάξει ὁ ἱερεὺς καὶ σφάξουσιν τὸ ὀρνίθιον τὸ ἓν εἰς ἄγγιον ὀστράκινον ἐφ’ ὕδατι ζῶντι·

καὶ τὸ ὀρνίθιον τὸ ζῶν, λήμψεται αὐτὸ καὶ τὸ ξύλον τὸ κέδρινον καὶ τὸ κλωστὸν κόκκινον καὶ τὸν ὕσσωπον, καὶ βάψει αὐτὰ καὶ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ σφαγέντος ἐφ’ ὕδατι ζῶντι·