Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ὄψεται ὁ ἱερεύς, καὶ ἰδοὺ οὐλὴ λευκὴ ἐν τῷ δέρματι, καὶ αὕτη μετέβαλεν τρίχα λευκήν, καὶ ἀπὸ τοῦ ὑγιοῦς τῆς σαρκὸς τῆς ζώσης ἐν τῇ οὐλῇ,

λέπρα παλαιουμένη ἐστίν· ἐν τῷ δέρματι τοῦ χρωτός ἐστιν· καὶ μιανεῖ αὐτὸν ὁ ἱερεὺς καὶ ἀφοριεῖ αὐτόν, ὅτι ἀκάθαρτός ἐστιν.

ἐὰν δὲ ἐξανθοῦσα ἐξανθήσῃ ἡ λέπρα [*](8 νεοσσοὺς AF XIII 2 ἔαν τινι] τινι ἔαν AF | σημασία Α | ἄχθη· AF σεται] ἐλεύσεται F 3 του χρωτὸς °] om του F I ἐν τῆ ἁφὴ μεταβαλη] μεταβ. ἐν τῆ ἀφ’ Α η ἐν τῆ ἁφὴ μεταβ. F Ι του χρωτὸς 2°] + αὐτοῦ αυτης °] om Bab?c? A αὐτοῦ F | om μη ην Α μὴ η F | om ἀύτης 2° Bab?c? om ἀύτης 3° AF | τρίχα λεύκην] λεύκη F 6 καθαρίει] pr καὶ F Ι + αὐτοῦ F 7 του καθαρίσαι BabF] τὸ καθ’. B*A 8 om αὐτὸν 1 (hab F1mg) 9 ἀνθρώπω] pr τὼ Α 10 ὑγίους] ἡδίους Avid 11 χρωτὸς] + αὐτοῦ F Ι καὶ 2°] οὐκ F Ι ἀκάθαρτος] καθαρὸς F 12 εξανθουσα] Ba Ι ἐξανθήσει AF Ι η λέπρα 1°] om η)

212
[*](B) ἐν τῷ δέρματι, καὶ καλύψῃ ἡ λέπρα πᾶν τὸ δέρμα τῆς ἁφῆς ἀπὸ κεφαλῆς ἕως ποδῶν καθ’ ὅλην τὴν ὅρασιν τοῦ ἱερέως,

καὶ ὄψεται ὁ ἱερεύς, καὶ ἰδοὺ ἐκάλυψεν ἡ λέπρα πᾶν τὸ δέρμα τοῦ χρωτός, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεὺς τὴν ἁφήν· ὅτι πᾶν μετέβαλεν λευκόν, ρόν ἐστιν.

καὶ ᾗ ἂν ἡμέρᾳ ὀφθῇ ἐν αὐτῷ χρὼς ζῶν, μιανθήσεται·

καὶ ὄψεται ὁ ἱερεὺς τὸν χρῶτα τὸν ὑγιῆ, καὶ μιανεῖ αὐτὸν ὁ χρὼς ὁ ὑγιής, ὅτι ἀκάθαρτός ἐστιν· λέπρα ἐστίν.

ἐὰν δὲ ἀποκαταστῇ ὁ χρὼς ὁ ὑγιὴς καὶ μεταβάλῃ λευκή, καὶ ἐλεύσεται πρὸς τὸν ἱερέα·

καὶ ὄψεται ὁ ἱερεύς, καὶ ἰδοὺ μετέβαλεν ἡ ἁφὴ εἰς τὸ λευκόν, καὶ καθαριεῖ ὁ ἱερεὺς τὴν ἁφήν· καθαρός ἐστιν.

Καὶ σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ ἕλκος, καὶ ὑγιασθῇ,

καὶ γένηται ἐν τῶ τόπω τοῦ ἕλκους οὐλὴ λευκὴ ἢ τηλαυγὴς λευκαίνουσα ἢ πυρρίζουσα, καὶ ὀφθήσεται τῷ ἱερεῖ.

καὶ ὄψεται ὁ ἱερεύς, καὶ ἰδοὺ ἡ ὄψις ταπεινοτέρα τοῦ δέρματος, καὶ θρὶξ αὐτῆς μετέβαλεν εἰς λευκήν, κα μιανεῖ αὐτὸν ὁ ἱερεύς· λέπρα ἐστίν, ἐν τῷ ἕλκει ἐξήνθησεν.

ἐὰν δὲ ἴδῃ ὁ ἱερεύς, καὶ ἰδοὺ οὐκ ἔστιν ἐν αὐτῷ θρὶξ λευκή, καὶ ταπεινὸν μὴ ᾖ ἀπὸ τοῦ δέρματος τοῦ χρωτός, καὶ αὐτὴ ἦ ἀμαυρά, ἀφοριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας.

ἐὰν δὲ διαχέηται ἐν τῷ δέρματι, κα μιανεῖ αὐτὸν ὁ ἱερεύς. ἁφὴ λέπρας ἐστίν, ἐν τῷ ἕλκει ἐξήνθησεν·

ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ τηλαύγημα καὶ μὴ διαχέηται, οὐλὴ τοῦ ἕλκους ἐστίν, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς.

καὶ σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ κατάκαυμα πυρός, καὶ γένηται ἐν τῷ δέρματι αὐτοῦ τὸ ὑγιασθὲν τοῦ κατακαύματος αὐγάζον τηλαυγὲς λευκόν, ὑποπυρρίζον ἢ ἔκλευκον,

καὶ ὄψεται αὐτὸν ὁ ἱερεύς, καὶ ἰδοὺ μετέβαλεν θρὶξ λευκὴ εἰς τὸ αὐγάζον, καὶ ἡ ὄψις αὐτοῦ ταπεινὴ ἀπὸ τοῦ δέρματος, λέπρα ἐστίν, ἐν τῷ κατακαύματι ἐξήνθησεν· καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς, ἁφὴ λέπρας ἐστίν.

ἐὰν δὲ ἴδῃ ὁ ἱερεύς, κα ἰδοὺ οὐκ ἔστιν ἐν τῷ αὐγάζοντι θρὶξ λευκή, καὶ ταπεινὸν μὴ ἦν ἀπὸ τοῦ δέρματος, αὐτὸ δὲ ἀμαυρόν, καὶ ἀφοριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας. [*](AF 12 καλύψει Α 13 χρωτος] + αὐτοῦ F | καθαριει] ἀφορεῖ F 15 ’τον υγιη (BaA*F υγιην B*Aa)] om ’τον Α | om λέπρα ἐστιν F 17 om ἇι ὀψ’. ο ἱερεὺς A* (hab An) | καθαρὸς] pr καὶ Α | ἐστιν] ἔσται Α 19 πυριζουσα F Ι τὼ ἱερεῖ] τὼ sup ras Bab 20 θρὶξ] pr η AF j λέπρα] pr ὅτι Bab pr ἁφὴ F 21 ἀφοριεῖ] pr καὶ F | αὐτὸν] ἀυτὴν Y 22 διαχέηται] pr διαχύσει F 23 κάτα χώραν] + αὐτοῦ F Ι ἕλκου F 24 ἐν τὸ δέρματι αὐτοῦ 2°] + κατάκαυμα πυρὸς καὶ γένηται ἐν τὼ δέρματι αὐτοῦ Α Ι υγιασθεν] om τὸ B*A (hab Bab mgF) | υποπυριζον F 25 θρὶξ λεύκη] τρίχα λεύκην F Ι om ἐν τὼ κατακαυματι. . . λεπρας ἐστιν A* (hab A1?mg) Ι αὐτὸν 2°] αὐτὸ A1?mg 26 ἴδη] + ἀυτὴν F Ι ἐν αυτω αυγαζοντι B* εν τὼ ἄη. Ba) | τὼ αυγαζοντι θρὶξ sup ras Aa | ἢν] η AF)

213

καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς τῇ ἡμέρᾳ τῆ ἑβδόμῃ, ἐὰν δὲ διαχύσει [*](B) διαχέηται ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς· ἁφὴ λέπρας ἐστίν, ἐν τῶ ἕλκει ἐξήνθησεν.

ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ αὐγάζον καὶ μὴ διαχυθῇ ἐν τῷ δέρματι, αὐτὴ δὲ ᾖ ἀμαυρά, ἡ οὐλὴ τοῦ κατακαύματός ἐστιν, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς· ὁ γὰρ χαρακτὴρ τοῦ κατακαύματός ἐστιν.

Καὶ ἀνδρὶ καὶ γυναικὶ ἐὰν γένηται ἐν αὐτοῖς ἁφὴ λέπρας ἐν τῇ κεφαλῇ ἢ ἐν τῷ πώγωνι,