Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάθαρτος ι ἕως ἑσπέρας.

καὶ ἐν πᾶσιν τοῖς κτήνεσιν ὅ ἐστιν διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζει καὶ μηρυκισμὸν οὐ μαρυκᾶται, ἀκάθαρτα ἔσονται ὑμῖν. πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἱστᾶι ἕως ἑσπέρας.

καὶ πᾶς ὃς πορεύεται ἐπὶ χειρῶν ἐν πᾶσι τοῖς θηρίοις ἃ πορεύεται ἐπὶ τέσσερα, ἀκάθαρτα ὑμῖν ἔσται· πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας,

καὶ ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· ἀκάθαρτα ταῦτα ὑμῖν ἐστιν.

Καὶ ταῦτα ἀκάθαρτα ἀπὸ τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς· ἡ γαλῆ κα [*](AF 12 καὶ 2°] οὐδὲ F | τῶν ἐν τὼ υδατι] om τῶν Α τῶν ἐν τοῖς ὕδασιν F ἔσται Α 13 om α AF | βδελυγματα B ab | γρῦπα] γύπα Α BAF vid (α..ετον) 14 γύπα] γρῦπα Α | ἰκτῖνα B b AF (ικτεινα B*)] F | τὰ ὅμοια ἀυτῶ] τὰ ομ. ἀυτῶν Α + κα κόρακα κα τὰ ὅμοια ἀυτω B ? F 15 ἀυτῶ] ἀυτῶν Α 16 om Α 17 ιβιν B a F ιβειν F 18 πορφυρωνα Α 19 αρωδιον B* A] ἐρωδιὸν B ab F | ἀυτῶ] ἀυτῶν Α 20 πορεύσεται F | ἔπι τεσσερα] ἔπι τεσσάρων F | βδέλυγμα F 21 αλλα] ἀλλ’ η F | τεσσάρων F | εχει] Pr α B ab F | ανωτερον] ἐπ’ ἀνώτερα F 23 πὰν ἕρπ’.] pr καὶ F | βδελυγμα B ab F | ὕμιν ἐστιν AF 24 ακαθαρτος] + ἔσται BabAF 25 ιματια] + αὐτοῦ F 26 om καὶ 1° F | πάσι F | διχηλευον F I οὐ μαρυκαται] αναμαρυκαται Α μὴ μαρυκαται F 27 ἔπι τέσσερα] ἔπι τεσσαρων F | υμιν ἔσται] ἔσται ὕμιν B a A ἐστιν υμιν F 28 ιματια]+ αυτου B ab mg F 29 επι] pr ἑρπόντων F | η γαλη] om η Α)

209
ὁ μῦς καὶ ὁ κροκόδειλος ὁ χερσαῖος,

μυγαλῆ καὶ χαμηλέων καὶ [*](B) καλαβώτης καὶ σαύρα καὶ ἀσπάλαξ.

ταῦτα ἀκάθαρτα ὑμῖν ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς· πᾶς ὁ ἁπτόμενος αὐτῶν τεθνηκότων ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

καὶ πᾶν ἐφ’ ὃ ἂν ἐπιπέσῃ ἀπ’ αὐτῶν τεθνηκότων αὐτῶν ἀκάθαρτον ἔσται, ἀπὸ παντὸς σκεύους ξυλίνου ἢ ἱματίου ἢ δέρματος ἢ σάκκου· πᾶν σκεῦος ὃ ἐὰν ποιηθῇ ἔργον ἐν αὐτῷ εἰς ὕδωρ βαφήσεται, καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας, καὶ καθαρὸν ἔσται.

καὶ πᾶν σκεῦος ὀστράκινον εἰς ὃ ἐὰν πέσῃ ἀπὸ τούτων ἔνδον, ὅσα ἐὰν ἔνδον ἦν ἀκάθαρτα ἔσται, καὶ αὐτὸ συντριβήσεται.

καὶ πᾶν βρῶμα ὃ ἔσθεται, εἰς ὃ ἐὰν ἐπέλθῃ ἐπ’ αὐτὸ ὕδωρ, ἀκάθαρτον ἔσται· καὶ πᾶν ποτὸν ὃ πίνεται ἐν παντὶ ἀγγίῳ ἀκάθαρτον ἔσται.

καὶ πᾶν ὃ ἐὰν πέσῃ ἀπὸ τῶν θνησιμαίων αὐτῶν ἐπ’ αὐτό, ἀκάθαρτον ἔσται· κλίβανοι καὶ κυθρόποδες καθαιρεθήσονται· ἀκάθαρτα ταῦτά ἐστιν, καὶ ἀκάθαρτα ταῦτα ὑμῖν ἔσονται.

πλῆν πηγῶν ὑδάτων καὶ λάκκου καὶ συναγωγῆς ὕδατος· ἔσται καθαρόν· ὁ δὲ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται.

ἐὰν δὲ ἐπιπέσῃ τῶν θνησιμαίων αὐτῶν ἐπὶ πᾶν σπέρμα σπόριμον ὃ σπαρήσεται, καθαρὸν ἔσται·

ἐὰν δὲ ἐπιχυθῇ ὕδωρ ἐπὶ πᾶν σπέρμα, καὶ ἐπιπέσῃ τῶν θνησιμαίων αὐτῶν ἐπ’ αὐτό, ἀκάθαρτόν ἐστιν ὑμῖν.

ἐὰν δὲ ἀποθάνῃ τῶν κτηνῶν ὅ ἐστιν ὑμῖν τοῦτο φαγεῖν, ὁ τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·

καὶ ὁ ἑ ἀπὸ τῶν θνησιμαίων τούτων πλυνεῖ τὰ ἱμάτια, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ ὁ αἴρων ἀπὸ θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

καὶ πᾶν ἑρπετὸν ὃ ἕρπει ἐπὶ τῆς γῆς, βδέλυγμα τοῦτο ἔσται ὑμῖν, οὐ βρωθήσεται.

καὶ πᾶς ὁ πορευόμενος ἐπὶ κοιλίας, καὶ πᾶς ὁ πορευόμενος [*](29 κροκόδειλος Bab] κορκοδειλος B* κορκοδιλος AF 30 χαμηλεων] ο AF F Ι καλαβώτης] σκαλαβωτης F1 vid Ι ασπαλαξ] σπάλαξ Aa?mg (om Λῆ F 31 ταύτα] τὰ A* (pr ταῦ Aa?ms) | ἀκάθαρτα] + ἐστιν AF | om ὢν ἑρπετῶν F Ι ἀυτῶν τεθνηκότων] τῶν uvhsimaivn ἀυτῶν F 32 ἀπ’ υτων] ἄπο τῶν Α | τεθνηκότων] pr ἔπι F | ἀκάθαρτον °] ἀκάθαρτος F | om ἱματίου Α | δερματος] δερματίνου Α Ι ο 2°] ω F 33 ἔαν °] ἀν’ AF εμπεση F Ι ἢν] η AF | ἀκάθαρτον F 34 ἔσθεται ἔσθετε A)] F | ἔαν] ἀν’ F Ι επελθη Bab ϵ sup ras) F] απελθη B* vid A | ἔσται °] F 35 πέση] επιπεση Bab εμπεση F Ι κυθροποδες] χυτρόποδες Α Ι om ταύτα 1°, 2° F 37 om σπόριμον Α* (hab Aa?) Ι εσται] 39 τῶν κτηνῶν] pr ἄπο Α | τοῦτο υμιν φαγεῖν BaF 40 om τῶν F | ἱμάτια 1°] + αὐτοῦ F + καὶ λούσεται ὕδατι Α | om καὶ ἀκάθαρτος ἔσται λούσεται ὕδατι A* (hab A1?a?) | θνησιμαίων °] pr τῶν F Ι ἱμάτια °] F 41 εσται] ἐστιν F 42 πᾶς ο πορευόμενος (bis)] πὰν πορευόμενον F SEPT. 209 O)

210
[*](B) ἐπὶ τέσσερα διὰ παντός, ὃ πολυπληθεῖ ποσὶν ἐν πᾶσιν τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς, οὐ φάγεσθε αὐτό, ὅτι βδέλυγμα ὑμῖν ἐστίν.

καὶ οὐ μὴ βδελύξητε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσι τοῖς ἑρτετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς, καὶ οὐ μιανθήσεσθε ἐν τούτοις, κα οὐκ ἀκάθαρτοι ἔσεσθε ἐν αὐτοῖς.

ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν· καὶ ἁγιασθήσεσθε καὶ ἅγιοι ἔσεσθε, ὅτι ἅγιός εἰμι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν· καὶ οὐ μιανεῖτε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσιν τοῖς ἑρπετοῖς τοῖς κινουμένοις ἐπὶ τῆς γῆς·