Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Διὰ τί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; ὅτι γὰρ ἅγια ἁγίων ἐστίν, τοῦτο ἔδωκεν ὑμῖν φαγεῖν, ἵνα ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς καὶ ἐξιλάσησθε περὶ αὐτῶν ἔναντι Κυρίου.

οὐ γὰρ [*](AF 7 Μωυση Α 11 πάντα] ἀπάντα B ab | Μωυση Α 12 τὸ θῦ’ του θυσιαστηρίου Α 13 ἄγεσθε Β* (φ superset B ab) | om αἰώνιον 14 τος· φάγεσθε F | του σωτηρίου] τῶν σωτηρίων F | om τῶν ὑιῶν Ιηλ Α* (hab sup ras A a) 15 ἀφόρισαι] σαι sup ras Bab ἀφοριεῖς 16 Μωσης 1°] Μωυσης F [ ενπεπυριστο B* vid (εμπ. AF)] sup ras) B a | Μωσης 2°] Μωυσης AF | τοὺς υἵους Ααρων] pr τοὺς ιερεις 17 τοῦτο] + ’δε F | ἀφέλητε B b vid (αφεληται Β*))

207
εἰσήχθη τοῦ αἵματος αὐτοῦ εἰς τὸ ἅγιον· κατὰ πρόσωπον ἔσω φάγεσθε [*](B) αὐτὸ ἐν τόπῳ ἁγίῳ, ὃν τρόπον μοι συνέταξεν κύριος.

καὶ ἐλάλησεν Ἀαρὼν πρὸς Μωυσῆν λέγων Εἰ σήμερον προσαγιόχασιν τὰ περὶ τῆς ἁμαρτίας αὐτῶν καὶ τὰ ὁλοκαυτώματα αὐτῶν ἔναντι κυρίου, καὶ συμβέβηκέν μοι ταῦτα, καὶ φάγομαι τὰ περὶ τῆς ἁμαρτίας σήμερον, μὴ ἀρεστὸν ἔσται κυρίῳ;

καὶ ἤκουσεν Μωυσῆς, καὶ ἤρεσεν αὐτῷ.

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων

Λαλήσατε τοῖς υἱοῖς Ἰσραὴλ λέγοντες Ταῦτα τὰ κτήνη ἃ φάγεσθε ἀπὸ τῶν κτηνῶν τῶν ἐπὶ τῆς γῆς·

πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας δύο χηλῶν καὶ ἀνάγον μηρυκισμόν, ἐν τοῖς κτήνεσιν, ταῦτα φάγεσθε.

πλὴν ἀπὸ τούτων οὐ φάγεσθε, ἀπὸ τῶν μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον, ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο ὁπλὴν δὲ οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν·

καὶ τὸν δασύποδα, ὅτο ἀνάγει τοῦτο καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν.

καὶ τὸν χοιρογρύλλιον, ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν.

καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν τοῦτο καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς, καὶ τοῦτο οὐκ ἀνάγει μηρυκισμόν, ἀκάθαρτον τοῦτο ὑμῖν.

ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε, καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε· ἀκάθαρτα ταῦτα ὑμῖν.

Καὶ ταῦτα ἃ ἀπὸ πάντων τῶν ἐν τοῖς ὕδασιν· πάντα ὅσα ἐστὶν αὐτοῖς πτερύγια καὶ λεπίδες ἐν τοῖς ὕδασιν καὶ ἐν ταῖς θαλάσσαις καὶ ἐν τοῖς χειμάρροις, ταῦτα φάγεσθε.

καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια οὐδὲ λεπίδες ἐν τῷ ὕδατι ἢ ἐν ταῖς θαλάσσαις καὶ ἐν τοῖς χειμάρροις, ἀπὸ πάντων ὧν ἐρεύγεται τὰ ὕδατα καὶ ἀπὸ πάσης ψυχῆς ζώσης τῆς ἐν τῷ ὕδατι, βδέλυγμά ἐστιν.

καὶ βδελύγματα ἔσονται ὑμῶν. ἀπὸ τῶν κρεῶν αὐτῶν οὐκ ἔδεσθε, καὶ τὰ θνησιμαῖα αὐτῶν [*](18 εισηχθη]εἰσηνέχθη F | ἔσω] ἕως Α 19 προσαγιοχασιν B* F] προσ- AF B ab προσαγειοχασιν Α | ἔναντι] ἐνάντιον F | συμβέβηκε B a ? B a ? b A vid | om ταύτα Α* (hab A1) τοιαύτα BahF | τὰ πέρι τῆς ἁμ.] τὸ πέρι τῆς ἁμ. F | κυρίω] pr τὼ F 20 Μωσης Α ΧΙ 2 τὰ φαγ. Β* (α φαγ. τῶν κτηνῶν] pr πάντων B a b AF 4 om πλὴν ἄπο τούτων οὐ φάγεσθε Α 5 καὶ οπλην] ὁπλὴν δε F 6 om F | χοιρογρυλλιον Ba] χοιρογρυλλον B*b χυρογλυλλιον Α 8 om ἀυτῶν 2° Α | ἀκάθαρτα] pr ὅτι Α 9 om α F | παντα...εν τοῖς ὕδασιν 2° Α 10 om οὐκ F | τὼ ὕδατι 1°] τοῖς ὕδασι F F | τοῖς χ.] om. τοῖς Α | ζωσης της] om τῆς Α τῆς ζώσης F 11 om καὶ F* (hab καὶ βδ. ἐς. ὕμ’.. F 1 mg inf) | ὑμῶν] ὕμιν B ab A)

208
[*](Β)

καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια καὶ λεπίδες τῶν ἐν τῷ ὕδατι, βδέλυγμα τοῦτό ἐστιν ὑμῖν.

Καὶ ταῦτα ἃ βδελύξεσθε ἀπὸ τῶν πετεινῶν, κοὶ οὐ βρωθήσεται, βδέλυγμά ἐστιν· τὸν ἀετὸν καὶ τὸν γρῦπα καὶ τὸν ἁλιάετον,

καὶ τὸν γύπα καὶ ἰκτῖνα καὶ τὰ ὅμοια αὐτῷ,

καὶ στρουθὸν καὶ γλαῦκα καὶ λάρον καὶ τὰ ὅμοια αὐτῷ,

καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ,