Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ὄρθρισον τὸ πρωὶ καὶ στῆθι [*](B) ἐναντίον Φαραώ, καὶ ἐρεῖς πρὸς αὐτόν τάδε λέγει Κύριος ὁ θεὸς τῶν Ἐβραίων Ἐξαπόστειλον τὸν λαόν μου ἵνα λατρεύσωσίν μοι.

ἐν τῷ γὰρ νῦν καιρῷ ἐγὼ ἐξαποστέλλω πάντα τὰ συναντήματά μου εἰς τὴν καρδίαν σου καὶ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου, ἵν' εἰδῇς ὅτι οὐκ ἔστιν ὡς ἐγὼ ἅλλος ἐν πάσῃ τῇ γῇ.

νῦν γὰρ ἀποστείλας τὴν χεῖρα πατάξω σε, καὶ τὸν λαόν σου θανατώσω, καὶ ἐκτριβήσῃ ἀπὸ τῆς γῆς·

καὶ ἕνεκεν τούτου διετηρήθης ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.

ἔτι οὖν σὺ τοῦ λαοῦ μου τοῦ μὴ ἐξαποστεῖλαι αὐτούς;

ἰδοὺ ἐγὼ ὕω τὴν ὥραν αὔριον χάλαζαν πολλὴν σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ ἀφ’ ἧς ἡμέρας ἔκτισται ἕως τῆς ἡμέρας

νῦν οὖν κατάσπευσον συναγαγεῖν τὰ κτήνη σου καὶ ὅσα σοί τῷ πεδίῳ· πάντες γὰρ οἱ ἄνθρωποι καὶ τὰ κτήνη ὅσα σοί ἐστιν ἐν τῷ πεδίῳ καὶ μὴ εἰσέλθῃ εἰς οἰκίαν, πέσῃ δὲ ἐπ’ αὐτὰ ἡ χάλαζα, τελευτήσει.

φοβούμενος τὸ ῥῆμα Τυρίου τῶν θεραπόντων Φαραὼ συνήγαγεν τὰ κτήνη αὐτοῦ εἰς τοὺς οἴκους·

ὃς δὲ μὴ προσέσχεν τῇ διανοίᾳ εἰς τὸ ῥῆμα Κυρίου, ἀφῆκεν τὰ κτήνη ἐν τοῖς πεδίοις.

Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ ἔσται χάλαζα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου, ἐπί τε τοὺς ἀνθρώπους καὶ τὰ κτήνη καὶ ἐπὶ πᾶσαν βοτάνην τὴν ἐπὶ τῆς γῆς.

ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ κύριος ἔδωκεν φωνὰς καὶ χάλαζαν, καὶ διέτρεχεν τὸ πῦρ ἐπὶ τῆς γῆς· καὶ ἔβρεξεν κύριος χάλαζαν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου.

ἦν δὲ ἡ χάλαζα καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλἀζῃ· ἡ δὲ χάλαζα πολλὴ σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ ἀφ’ ἧς ἡμέρας γεγένηται ἐπ’ αὐτῆς ἔθνος.