Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ ἁγιάσεις τὸ θυσιαστήριον, καὶ ὦσται ἅγιον τῶν ἁγίων.
καὶ προσάξεις Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ ἐπὶ τὰς θύρας τῆς τοῦ μαρτυρίου, καὶ λούσεις αὐτοὺς ὕδατι·
καὶ ἐνδύσεις τὰς στολὰς τὰς ἀγίας, καὶ χρίσεις αὐτὸν καὶ ἁγιάσεις αὐτὸν μοι·
καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις, καὶ ἐνδύσεις αὖ. τοὺς χιτῶνας,
καὶ ἀλείψεις αὐτοὺς ὃν τρόπον ἤλειψας τὸν πατέρα αὐτῶν, καὶ ἱερατεύσουσίν μοι· καὶ ἔσται ὥστε εἶναι αὐτοῖς χρῖσμα ἱερατίας εἰς τὸν αἰῶνα, εἰς τὰς γενεὰς αὐτῶν.
καὶ ἐποίησεν Μωσῆς πάντα ὅσα ἐνετείλατο αὐτῷ κύριος, οὕτως ἐποίησεν.
Καὶ ἐν τῷ μηνὶ τῷ πρώτῳ τῷ δευτέρῳ ἔτει ἐκπορευομένων ἐξ Αἰγύπτου νουμηνίᾳ, ἐστάθη ἡ σκηνή·
καὶ ἔστησεν σκηνήν, καὶ ἐπέθηκεν τὰς κεφαλίδας καὶ διενέβαλεν τοὺς μοχλοὺς καὶ ἔστησεν τοὺς οτύλους·